# In Aristotelis artem rhetoricam commentarium 1.2.3.1

Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium, Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-in-aristotelis-artem-rhetoricam/in-aristotelis-artem-rhetoricam-commentarium/1.2.3.1

Ἔστῶ δὴ πράυνσις κατάστασις καὶ ἠρέμησις τῆς ὀργῆς. [a 9] φανερὸν δέ, ὅτι καὶ τοῖς μηδὲν τούτων ποιοῦσι τῶν παρα κινούντων τινὰ εἰς ὀργὴν ἢ ποιήσασι μὲν ἀκουσίως δὲ ἢ φαινομένοις καὶ δοκοῦσιν ἀκουσίως ποιῆσαι πρᾶοί εἰσι. πρᾶοι φαινόμεθα καὶ τοῖς βουλομένοις τἀναντία ὧν ἐποίησαν, οἷον εἴ τις ἐποίησέ τι εἰς κατα φρόνησιν ἐμὴν καὶ ταῦτα δοκῶν μὴ διὰ καταφρόνησιν τοῦτο ποιῆσαι ἀλλὰ διὰ δόξαν ἐμήν. [a 12] ὅσοι καὶ αὐτοὶ ἑαυτῶν καταφρο|νοῦσι καὶ πρὸς ἑαυτοὺς τοιοῦτοί εἰσιν ἤτοι ἑαυτῶν ἀμελοῦσι. [a 15] παύονται γὰρ τῆς ὀργῆς ὥσπερ ἔχοντες δίκην καὶ ἐκδίκησιν τοῦτο τὸ μεταμέλεσθαι, ἐφ’ οἷς ἔδρασαν. [a 25] πραεῖς ἐσμεν καὶ τοῖς σπουδά ζουσι καὶ ἀξίους τιμῆς καὶ σπουδῆς ἑαυτοὺς νομίζουσι πρὸς τοὺς σπου δάζοντας καὶ ἡγουμένους ἑαυτοὺς τιμῆς ἀξίους· δοκεῖ γὰρ σπουδά ζεσθαι καὶ σπουδῆς ἄξιος νομίζεσθαι, ἀλλ’ οὐ καταφρονεῖσθαι.[a 27] πραεῖς φαινόμεθα καὶ τοῖς κεχαρισμένοις καὶ τὴν ἀντίχαριν μείζω ἐπιδειξαμένοις. καὶ τοῖς δεομένοις καὶ παραιτουμένοις ἤτοι παρακαλοῦσιν. [a 30] ἢ εἰς μὴ χρηστοὺς ἤτοι εἰς ἀπαιδεύτους. πραεῖς ἐσμεν καὶ τοῖς, οὓς φοβούμεθα ἢ αἰσχυνόμεθα· ἕως γὰρ οὕτως ἔχουσιν ἤτοι φοβοῦνται ἢ αἰσχύνονταί τινας, οὐκ ὀργίζονται κατ’ αὐτῶν. [a 34] καὶ τοῖς ἐξεστηκόσι τὸν λογισμὸν ἐκ τῆς ὀργῆς καὶ διὰ τοῦτο ὑβρίσασιν ἡμᾶς πραεῖς φαινόμεθα ἢ ἧττον ὀργιζόμεθα· οὐ γὰρ ὡς καταφρονῶν ἔπραξεν εἰς ἡμᾶς τι, ἀλλ’ ὑπ’ ὀργῆς παρακινηθείς· [a 36] ἡ μὲν γὰρ ὀλιγωρία ἄλυπον, ἤτοι οὐ προηγησαμένης λύπης, ἤτοι οὐ διότι με ἐλύπησεν ὁ Σωκράτης, διὰ τοῦτο ὠλιγώρησα αὐτοῦ, ἀλλὰ διὰ τὸ μηδὲν ἡγεῖσθαι αὐτόν, ἡ δὲ ὀργὴ μετὰ λύπης ἐστίν οὕτως γὰρ ὀργίζεταί τις κατὰ τοῦ Σωκράτους, διότι ἔφθασεν αὐτὸν λυπῆσαι. [b 1] πραεῖς ἐσμεν καὶ τοῖς αἰσχυνομένοις ἡμᾶς. ἀλλὰ καὶ οἱ παίζοντες ἢ ἐν ἑορτῇ ὄντες ἅτε ἐναντίως διακείμενοι τῷ ὀργίζεσθαι πρᾶοί εἰσιν.[b 4] ἐν πληρώσει, ἤτοι ὅτε κεκορεσμένοι ἐσμέν. καὶ ἡδονῇ μὴ ὑβρι στικῇ, οἵα ἐστὶν ἡ τῶν κιναίδων. [b 5] ἔτι δὲ πρᾶοί ἐσμεν κεχρονικό τες ἤτοι πολλοῦ χρόνου παραρρεύσαντος, ἀφ’ ὅτου παρεκινήθημεν παρά τινος εἰς ὀργήν, καὶ μὴ οὔσης τῆς ὀργῆς ὑπογύου ἤτοι προσφάτου. ἀλλὰ καὶ εἰ ὀργίζομαι κατὰ τοῦ Σωκράτους, φθάσω δὲ τιμωρῆσαι τὸν Πλά τωνα ὡς λυπήσαντα, ἡ πρὸς τὸν Πλάτωνα τιμωρία πραότερόν με ἐποίησε πρὸς τὸν Σωκράτην. [b 12] ὁ Ἐργόφιλος προδότης γέγονε τοῦ στρατοῦ τῶν Ἀθηναίων· μᾶλλον γὰρ ὀργιζόμενοι κατ’ αὐτοῦ παρ’ ὃ κατὰ τοῦ Καλλισθένους, ἐπεὶ ἔφθασαν τὸν Καλλισθένην τιμωρῆσαι καὶ ἐθανά τωσαν, ἀφῆκαν τὸν Ἐργόφιλον. [b 14] καὶ ἐὰν ἕλωσι καὶ ὑπο τάξωσι τὸν λυπήσαντα καὶ ὑποχείριον ἑαυτῶν ποιήσωσιν, οὐκέτι ὀργί ζονται κατ’ αὐτοῦ. καὶ εἴ τίς με ἐλύπησε καὶ διὰ τοῦτο κατ’ αὐτοῦ ὀργίζομαι, ἔφθασε δὲ οὗτος κολασθῆναι παρά τινος μειζόνως, παρ’ ὃ εἰ αὐτὸς καὶ ἐγὼ ἐκόλασα ἂν αὐτὸν ὡς λυπήσαντα καὶ ἔδρασα κακόν τι ὡς ὀργιζόμενος, παύομαι τοῦ ἔτι πρὸς αὐτὸν ὀργίζεσθαι. καὶ εἰ ὁμολογοῦσι καὶ ἐκεῖνοι οἱ πταίσαντες ἀδικεῖν, πραϋνόμεθα. [b 18] ἡ δὲ ὀργὴ τοῦτό ἐστι τὸ ὁμολογεῖν τινα πάσχειν παρὰ τὸ προσῆκον. διὸ δεῖ καὶ τῷ λόγῳ πρότερον κολάζειν καὶ δεικνύειν αὐτοὺς δικαίως κολασθησομένους· οὕτω γὰρ καὶ οἱ δοῦλοι νοήσαντες, ὅτι δικαίως πάσχουσιν, ἦττον ἤτοι ἔλαττον ἀγανακτοῦσιν, εἰ κολάζονται. [b 20] καὶ εἰ ἔμελλον τιμωρῆ σαί τινα λυπήσαντά με πρότερον, οἴομαι δὲ αὐτὸν μὴ αἰσθέσθαι καὶ νοῆσαι, ὅτι ἐτιμωρήθη δι’ αὐτὸν ἤτοι δι’ ἐμὲ καὶ ἀνθ’ ὦν ἔπαθον παρ’ αὐτοῦ, οὐκ ὀργίζομαι· ὁ γὰρ ὀργιζόμενος οὐκ ὀργίζεται τῷ καθ’ ὅλου ἀνθρώπῳ ἀλλὰ τῷ μερικῷ. [b 22] διὸ ὀρθῶς πεποίηται ἤτοι ποιητικῶς ὁ Ὅμηρος εἴρηκε φάσθαι τὸν Ὀδυσσέα πρὸς τὸν Κύκλωπα, ὅτι ἐγώ εἰμι ὁ τυφλώσας σε· οὐ γὰρ ὁ Κύκλωψ ἐλυπήθη καὶ ὠργίσθη καὶ ἔδοξε τιμωρη θῆναι, εἰ μὴ ᾔσθετο καὶ ἔμαθεν, ὑφ’ οὗ ἤτοι ὑπὸ τοῦ δύσσεως ἐτιμωρήθη, καὶ ἀνθ’ ὅτου, ἤτοι διότι ἔφαγε τοὺς φίλους αὐτοῦ. [b 24] ὥστε οὔτε ὀργιζόμεθα, ὅσοι μὴ αἰσθάνονται, ἤτοι κατὰ τῶν ἀναι σθήτων, οὔτε κατὰ τῶν τεθνεώτων ὡς πεπονθότων τὸ ἔσχατον ἤτοι τὸ ἀποθανεῖν. [b 30] ἐκ τούτων οὖν τῶν τόπων ἤτοι ἐπιχειρημάτων δεῖ σε ἐπιχειρεῖν, ὥστε δύνασαι καταπραΰνειν τοὺς ὀργιζομένους· αὐτοὺς μὲν τοὺς δικαστὰς ὀργιζομένους δεῖ παρασκευάζειν τοιούτους ἤτοι πρα εῖς, τοὺς δὲ ἀνθρώπους, καθ’ ὧν ὀργίζονται, δεικνύειν φοβεροὺς καὶ ἐνδόξους καὶ διὰ τοῦτο μὴ δύνασθαι βλάψαι αὐτοὺς ἀλλὰ μᾶλλον ἐλπίζειν βλαβῆναι παρ’ αὐτῶν ἢ δεικνύειν αὐτούς, καθ’ ὧν ὀργίζονται, αἰσχύνης ἀξίους ἤτοι τιμῆς ἢ μηδενὸς ἀξίους ἢ κεχαρισμένους ἤτοι χαρίεντας καὶ ἀστείους ἢ ἄκοντας ποιήσαντας ἐκεῖνο, ὃ τούτους ἐλύπησεν, ἢ συνιέν τας τὸ οἰκεῖον πταῖσμα μεταμελομένους καὶ ὑπεραλγοῦντας ἐφ’ οἷς ἔπταισαν.

---

Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4026.tlg001.local001/.
