Ancient Greek · ~37 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 3
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.3.15.1
Not analysed yet
Ὀφείλεις δὲ προοιμιάζεσθαι ἐξ ἐκείνων, ἐξ ὧν ἄν τις ἀπο λύσῃ ἑαυτὸν δυσχεροῦς ὑπολήψεως, οἷον ἐὰν οἱ ἀκροαταὶ ἔχωσι φαύλην περὶ σοῦ ὑπόληψιν καὶ ἡγοῦνταί σε μοχθηρὸν καὶ ἀεὶ θέλοντα συκο φαντεῖν καὶ διασύρειν, ὃν ἂν βούλῃ. [a 5] ἔχουσι δὲ ταύτην περὶ σοῦ τὴν ὑπόληψιν, εἴτε εἰπόντος τινὸς κατὰ σοῦ καὶ κατηγορήσαντός σου, εἴτε καὶ μή τινος κατηγορήσαντός σου, ἀλλ’ ἐξ ὧν ποιεῖς κρίνουσί σε φαῦλον. τοῦτο δεῖ σε ἔχειν καθ’ ὅλου παράγγελμα τὸ σπουδάζειν ἀπορρίπτειν καὶ ἀποσκευάζειν ἀφ’ ἑαυτοῦ, ἣν ἔχουσιν οἱ ἀκροαταὶ φαύλην ὑπόληψιν περὶ σοῦ, εἴτε κατεῖπέ τίς σου, ὡς εἴρηται, εἴτε καὶ μή. [a 6] ἄλλος τόπος τὸ εἰ πρόκειταί τι ὅτι ἔστιν, ἀμφισβητεῖται δὲ καὶ ἀμφι βάλλεται τὸ εἰ ἔστιν ἢ οὐκ ἔστιν, ὡς ὁμολογούμενον ὅτι ἔστι, δεῖ σε ἀπαντᾶν καὶ ἐνίστασθαι καὶ δεικνύειν, ὅτι οὐκ ἔστιν ἢ ὅτι τοῦτο τὸ γενόμενον οὐ βλαβερόν ἐστι τούτῳ, καθ’ οὗ λέγεται, ἢ ὅτι οὐ πέπρακται τούτῳ τῷ ἀνθρώπῳ ἤ, εἰ καὶ ἐγένετο, ἀλλ’ οὖν οὐκ ἔστι τηλικοῦτον τὸ κακὸν ἢ τὸ ἀδίκημα, οἷον ὑμεῖς φατε τοῦτο εἶναι καὶ ὅσον, ἢ οὐκ ἔχον μέγεθος ἤτοι ἢ οὐ μέγα κακόν ἐστι τὸ πραχθὲν τοῦτο. [a 9] περὶ γὰρ τῶν τοιούτων, ἤτοι εἰ δίκαιόν ἐστιν εἴτε καὶ ἄδικον, εἴτε μέγα εἴτε μικρόν, γίνεται ἀμφισβήτησις· οἷον ὁ Ἰφικράτης κατηγορήθη παρὰ τοῦ Ναυσικράτους, ὅτι ἐποίησε τόδε, καὶ ἔφη μὲν ὁ Ἰφικράτης ποιῆσαι, ὃ ἔλεγεν ὁ Ναυσικράτης, καὶ εἶπε βλάψαι, οὐ μὴν δὲ ἀδικῆσαι. καὶ βλάψαι μέν ἐστιν, ὅταν γένηται ἡ βλάβη κατὰ τύχην καὶ ἀπροαιρέτως, ἀδικῆσαι δέ ἐστιν, ὅταν καὶ ἑκουσίως τοῦτο ποιήσῃ καὶ σκοπὸν θήσει τὸ ἁρπάσαι καὶ ἀδικῆσαι. [a 11] ἢ ἀντικαταλλάττεσθαι ἤτοι ἀνταμείβεσθαι τὸν ἀδικοῦντα ἤτοι ἠδίκησέ με ὁ δεῖνά ποτε καὶ διὰ τοῦτο ἀντηδίκησα καὶ ἐγὼ αὐτόν. ἢ καὶ οὕτως εἰ καὶ βλαβερόν ἐστιν, ὃ ἐποίησεν, ἀλλ’ ὠφέλιμον. ἢ ὁμολογεῖν, ὅτι τοῦτο, ὃ ἐποίησεν,[a 13] ἁμάρτημά ἐστιν ἢ ἀτύχημα ἢ ἀναγκαῖον. Σοφοκλῆς, οὐχὶ ὁ ποιητὴς ἀλλ’ ἕτερός τις, κατηγορήθη παρά τινος, ὅτι ἵσταται καὶ τρέμει εἰς τὸ δικαστήριον ἐξεπίτηδες, ἵνα δόξῃ γέρων καὶ διὰ τοῦτο κινήσῃ εἰς ἔλεον τὸ δικαστήριον, καὶ εἶπεν ὅτι τρέμω ἱστάμενος ἐν δικαστηρίῳ, οὐχ ἵνα δόξω γέρων, ὡς ὁ διαβάλλων ἔφη, ἀλλ’ ἐξ ἀνάγκης, διότι εἰμὶ ὀγδοή κοντα ἐτῶν· οὐχὶ ἑκὼν δὲ ἐγενόμην ὀγδοήκοντα ἐτῶν. ἀτύχημά ἐστιν ἡ κατὰ τύχην βλάβη, ἁμάρτημα δέ ἐστιν ἡ κατὰ προαίρεσιν βλάβη. [a 17] καὶ ἀντικαταλλάττεσθαι τὸ οὗ ἕνεκα ταῦτα πάντα ποιεῖν, ὅτι, εἰ σκοπὸν ἔχων τὸ κρατῆσαι τὰς Ἀθήνας ληίζομαι τὴν περίχωρον πᾶσαν, εἴ μοι γένηται τὸ κρατῆσαι τὰς Ἀθήνας, ἐάσω τὸ ληίζειν· ἀντι καταλλάττω γὰρ καὶ θέλω λαβεῖν τὰς Ἀθήνας, οὗ χάριν ληίζομαι, ἀντὶ τῶν πρὸς τοῦτο ἀγόντων ἤτοι τοῦ ληίζειν καὶ τῶν ἕνεκα τοῦ τέλους γινομένων. [a 17] ἢ ὅτι οὐ βλάψαι ἠβουλόμην ἀλλὰ τόδε ἤτοι ὠφελῆσαι, κἂν συνέβη γενέσθαι τὸ ἐναντίον, καὶ οὐ τοῦτο ἐποίησεν, ὃ διεβάλλετο ποιῆσαι, ἀλλ’ ἕτερον, συνέβη δὲ αὐτὸν βλαβῆναι ἐκ τούτου· δίκαιον δὲ ἦν ἐμὲ μισεῖν, εἰ ἐποίουν τοῦτο, ὅπως τοῦτο γένηται ἤτοι ὅπως αὐτὸς βλαβῇ. [a 20] ἄλλος τόπος, εἰ ὁ διαβάλλων ἐμπεριείληπται καὶ αὐτὸς ἐμπίπτει εἰς τὴν διαβολὴν ἐκείνην, ἣν διαβάλλει τὸν ἀντίδικον, ἤτοι κατηγόρησα τοῦ δεῖνος ὡς μοιχοῦ, εἶτα ἠνοχοποιήθην καὶ αὐτὸς ἐπὶ μοιχείᾳ. ἢ νῦν ἢ πάλαι ἤ τις τῶν ἐγγὺς ἤτοι τῶν συγγενῶν, ἤτοι ἢ αὐτὸς μὲν οὐχ ὡς μοιχὸς ἥλω, ἀλλά τις τῶν συγγενῶν αὐτοῦ. [a 21] ἢ ἐὰν ἄλλοι ἐμπεριλαμβάνωνται τῇ κατηγορίᾳ ταύτῃ τῆς μοιχείας, οὓς ὁμολογοῦσιν εἶναι μὴ ἐνόχους ἀλλ’ ἐπὶ ὑπολήψει ἀγαθούς, οἷον εἰ ὁ μοιχὸς καθαρός, καὶ ὁ δεῖνα ἄρα καὶ ὁ δεῖνα μοιχοὶ ὄντες καθαροί εἰσιν· ἀλλὰ μὴν ἀκάθαρτοί εἰσι· καὶ λοιπὸν ἄρα οὐδὲ ὁ μοιχὸς καθαρός ἐστιν. [a 24] ἄλλος τόπος· ἐν τῷ προοιμίῳ δεικνύειν ὀφείλεις ὅτι οὗτος ὁ κατηγορῶν ἐμοῦ νῦν καὶ ἄλλους διέβαλεν, οὐχὶ ἐμὲ μόνον· ἢ ἄλλος αὐτὸν διέβαλεν ὡς φαῦλον καὶ ὑβριστήν· ἢ καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα, οἳ πεφήνασιν οὐκ ἔνοχοι ἤτοι οὐκ ἠνοχοποιήθησάν ποτε ἐπί τινι ἐγκλήματι, ἄνευ διαβολῆς εἶναι ὑπολαμβάνονται καὶ ἀδιάβλητοι ὡς ἐπιεικεῖς, ἀλλ’ ὕστερον ἐφάνησαν φαῦλοι, ὡς καὶ αὐτὸς ὁ νῦν κατηγορῶν μου, εἰ καὶ οὐδέποτε κατηγορήθη, ἀλλ’ ἐγὼ νῦν δείξω αὐτὸν φαῦλον καὶ βδελυκτόν. [a 26] ἄλλος τόπος, προοίμιον ἐκ τοῦ διαβάλλειν τὸν φθάσαντά σε διαβαλεῖν· οἷον ἄτοπόν ἐστιν, εἰ αὐτὸς ἄπιστος ὤν οἱ λόγοι αὐτοῦ πιστοὶ ἔσονται. ἄλλος τόπος ὅτι οὐκ ἐγὼ μέλλω τοῦτον δεῖξαι φαῦλον, ἀλλὰ πάλαι κατηγορήθη καὶ ἐγένετο κρίσις καὶ ἀπόφασις τῶν δικαστῶν, ὅτι φαῦλός ἐστιν. [a 29] ὁ Ὑγιαίνων ὄνομα κύριον. ἐν τῇ ἀντιδόσει ἤτοι ἐν τῷ λόγῳ τῷ λεγομένῳ ἀντιδόσει. ὅστις, ὁ Ὑγιαίνων, ἐποίησεν ἤτοι ποιητικῶς εἶπε κελεύων πάντας ἐπιορκεῖν ἐν τῷ λέγειν ἡ μὲν γλῶσσά μου ὤμοσεν, ἡ δὲ φρήν μου καὶ ὁ νοῦς μου ἀνώμοτά ἐστιν ἤτοι οὐ συγκατατιθέμενος τοῖς λεγομένοις παρὰ τῆς γλώσσης μου, καὶ ἐπεὶ οὐ κατετίθετο, λοιπὸν οὐκ ἐπιώρκητο ὁ Εὐριπίδης ἐν τῷ Ἱππολύτου δράματι. [a 31] ἔφη γὰρ ὁ Εὐριπίδης αὐτὸν ἀδικεῖν ἤτοι τὸν ἕλκοντα τὸν Εὐριπίδην εἰς τὰ δικαστήρια, καὶ ταῦτα τοῦ νόμου κελεύοντος κρίνεσθαί με ἐν τοῖς Διονυσιακοῖς ἀγῶσιν. ἐκεῖ γὰρ ἐν τοῖς Διονυσιακοῖς ἀγῶσιν ἔλεγε δεῖν κριθῆναι καὶ λόγους δοῦναι, εἰ βούλεται κατηγορεῖν ὁ Ὑγιαίνων. τὰ Διονύσια πανήγυρις ἦν· καὶ ἤσαν δίκαι τινὲς λυόμεναι παρὰ τοῖς Διονυσίοις μόνοις, οὐ μὴν δὲ καὶ ἐν τοῖς ἄλλοις δικαστηρίοις ἐκρίνοντο αἱ δίκαι αὗται. [a 34] ἐκ τοῦ κατη γορεῖν τῆς διαβολῆς καὶ δεικνύναι, ἡλίκον κακὸν ἡ διαβολή, καὶ ὅτι ἡ διαβολὴ ποιεῖ κρίσεις ἄλλας ἤτοι διαστρέφει τοὺς δικαστὰς καὶ οὐκ ἐᾷ αὐτοὺς κρίσιν καὶ ἀπόφασιν ἀληθῆ ἐκφέρειν, ἀλλὰ ἄλλας κρίσεις παρὰ τὰς ἀληθεῖς ἤτοι διεστραμμένας ἀποφαίνονται, καὶ ὅτι ἡ διαβολὴ πείθει μὴ πιστεύειν τῷ πράγματι καὶ τῇ ἀληθείᾳ. [a 36] κοινὸς δὲ τόπος ἀμ φοῖν ἁρμόζων καὶ τῷ κατηγόρῳ καὶ τῷ ἀπολογουμένῳ τὸ λέγειν σύμ βολα καὶ σημεῖα, δι’ ὧν ἂν δείκνυῃ, ὅτι ὁ δεῖνα φαῦλός ἐστιν ἢ φίλος ἢ ἐχθρός, ὡς ὁ Ὀδυσσεὺς κατηγορῶν τοῦ Τεύκρου ἔφη αὐτὸν οἰκεῖον εἶναι καὶ συγγενῆ τῷ Πριάμῳ (ἡ γὰρ Ἡσιόνη, ἡ μήτηρ τοῦ Τεύκρου, ἀδελφὴ ἦν τοῦ Πριάμου) καὶ διὰ τοῦτο εἰκὸς αὐτὸν προδοῦναι τοὺς Ἕλληνας· ὁ δέ, ὁ ἀπολογούμενος ὑπὲρ τοῦ Τεύκρου, εἴπῃ, ὅτι οὐκ εἰκὸς αὐτὸν προδοῦναι· ὁ γὰρ Τελαμών, ὁ πατὴρ τοῦ Τεύκρου, ἐχθρὸς ἦν τῷ Πριάμῳ (ὁ γὰρ Αἴας ἐξ ἑτέρας ἦν μητρός)· καὶ ὅτι οὐ κατεῖπε τῶν κατασκόπων ἤτοι τοῦ Διομήδους καὶ τοῦ δύsσεως. [b 4] ἄλλος τὸ διαβάλλοντα ἐπαινοῦντα μικρὸν μακρῶς ψέξαι, ἤτοι ἐὰν μέλλῃς διαβαλεῖν τινα, μὴ εἴπῃς ὅλα τὰ πρὸς διαβολὴν αὐτοῦ συντείνοντα, ἀλλὰ πρῶτον ἐπαίνεσαι μικρόν τι αὐτόν, εἶτα χώρησαι εἰς μακρὰν διαβολὴν αὐτοῦ καὶ ψέξαι μεγάλως, ἵνα μὴ ἐκ τοῦ διαβάλλειν αὐτὸν μόνον δόξῃς ἐχθρὸς αὐτοῦ εἶναι· καὶ εἴ τι μέγα ἀγαθὸν ἔχει, δεῖ αὐτὸ συντόμως εἰπεῖν καὶ μικρὸν ἐν αὐτῷ ἐνδιατρῖψαι· ἢ δεῖ σε πρῶτον εἰπεῖν πολλὰ ἀγαθὰ αὐτοῦ καὶ κατορθώματα μὴ συντείνοντα εἰς τὴν ὑπόθεσιν, εἶτα ψέξαι ἕν τι αὐτοῦ, ὅπερ φέρει καὶ συντείνει εἰς τὸ πρᾶγμα ἤτοι εἰς τὴν ὑπόθεσιν ἤτοι εἰς τὸ δεῖξαι αὐτὸν κακόν· μὴ συντείνοντα εἰς τὴν ὑπό θεσιν, ἤτοι ἵνα μὴ ἐκ τῶν ἀγαθῶν αὐτοῦ, ὧν λέγεις, δείκνυται, ὅτι μοιχὸς οὐκ ἔστιν, εἴ γε ἐγκαλεῖται. [b 1] σύμβολον δέ ἐστι τοῦ εἶναι τὸν Τεῦκρον προδότην τῶν Ἑλλήνων τὸ εἶναι τὴν Ἡσιόνην, τὴν μητέρα αὐτοῦ, ἀδελφὴν τοῦ Πριάμου. [b 6] τοιοῦτοι δέ εἰσιν οἱ τεχνικώτεροι ῥήτορες οἱ τεχνι κῶς ἐπιχειροῦντες εἰς τὸ διαβάλλειν ἐκ τοῦ πρῶτον λέγειν τὸν ῥήτορα, εἴ τι ἀγαθὸν ἔχει ὁ διαβαλλόμενος μὴ συντεῖνον εἰς τὸ ἀνατρέψαι τὸ ὃ ἐγκαλεῖται ἔγκλημα, εἶτα λέγειν καὶ κακόν τι, δι’ οὗ δέδεικται, ὡς τοιοῦτός ἐστιν, οἷος ἐγκαλεῖται. ἀδικώτατοι δὲ λέγονται οἱ τοιοῦτοι ῥήτορες οἱ οὕτω μεταχειριζόμενοι τὴν διαβολὴν ὡς συστρέφοντες καὶ συνταράττοντες τὴν ἀλήθειαν ἐκ τοῦ οὕτως τεχνικῶς ἐπιχειρεῖν διαβάλλειν. [b 7] ἐν τοῖς ἀγαθοῖς γάρ, ἤτοι ἀπὸ τοῦ λέγειν γὰρ πρῶτον τὰ ἐνόντα τῷ διαβαλλο μένῳ ἀγαθά, εἶτα τὰ φαῦλα, πειρῶνται βλάπτειν τὴν ἀλήθειαν συμπαρα μιγνύντες αὐτὰ τὰ ἀγαθὰ τοῖς κακοῖς καὶ μὴ λέγοντες μόνα τὰ ἐνόντα αὐτοῖς φαῦλα· ἐντεῦθεν γὰρ καὶ οἱ δικασταὶ διαστρέφονται καὶ οἴονται αὐτὸν ἀληθῆ εἶναι καὶ διὰ τοῦτο πιστεύουσι καὶ αὐτῷ. [b 8] ὁ δὲ τοιοῦτος τόπος κοινός ἐστι καὶ τῷ διαβάλλοντι καὶ τῷ ἀπολυομένῳ ἤτοι τῷ ἀπολογουμένῳ καὶ ἐκβάλλοντι ἑαυτὸν τῆς διαβολῆς, ἐπεὶ καὶ ἐνδέχεται καὶ ἐγχωρεῖ τὸ αὐτὸ καὶ ἓν πρᾶγμα γενέσθαι διὰ πλείονα τὰ αἴτια, ὧν (τῶν αἰτίων) τὰ μέν εἰσι φαῦλα καὶ λυσιτελοῦντα τῷ διαβάλλοντι, τὰ δέ εἰσιν ἀγαθὰ καὶ λυσιτελοῦντα τῷ ἀπολογουμένῳ. καὶ τὸν μὲν διαβάλλοντα δεῖ κακοηθέστερον ἤτοι κακοήθως ἐκλαμβάνειν πᾶν ἐπὶ τὸ χεῖρον, κἂν ἀγαθὸν ᾗ, τὸν δὲ ἀπολυόμενον ἤτοι τὸν ἀπολογούμενον δεῖ ἐκλαμβάνειν πᾶν ἐπὶ τὸ βέλτιον, κἂν κακὸν ᾖ, [b 12] οἶον ὁ Διομήδης πεμπό μενος κατάσκοπος ἔλαβε σὺν αὑτῷ καὶ τὸν Ὀδυσσέα· καὶ τῷ μὲν ἤτοι τῷ ἀπολογουμένῳ ἐκληπτέον αὐτὸ οὕτως, ὅτι ὡς ἄριστον καὶ ὡς ἔκκριτον τῶν ἄλλων αὐτὸν προείλετο λαβεῖν, τῷ δὲ ἤτοι τῷ κατηγόρῳ τοῦ 0δυσσέως οὕτως ἐκληπτέον, ὅτι οὐ διὰ τὸ εἶναι αὐτὸν ἄριστον τῶν ἄλλων προείλετο ἀλλὰ διὰ τὸ εἶναι μᾶλλον ἀσθενῆ καὶ φαῦλον καὶ μὴ δυνάμενον ἀνταγωνιστεῖν καὶ ἀντιπίπτειν αὐτῷ· ὥστε, ἵνα μὴ ἀντιπίπτῃ αὐτῷ, ἀλλὰ κατὰ πάντα ἐπακολουθῇ τῷ αὐτοῦ θελήματι, διὰ τοῦτο αὐτὸν ἠθέλησε λαβεῖν· εἰ γὰρ ἄλλον ἄριστον ἔλαβεν, οὐκ ἂν κατε δέχετο αὐτοῦ ἀκούειν.