# In Aristotelis artem rhetoricam commentarium 1.3.2.1

Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium, Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-in-aristotelis-artem-rhetoricam/in-aristotelis-artem-rhetoricam-commentarium/1.3.2.1

Καὶ ἔστω ἐκεῖνα τὰ περὶ τῆς ποιητικῆς λέξεως τεθεωρημένα καὶ ἐγνωσμένα ἀπὸ τῆς Περὶ ποιητικῆς πραγματείας. [b 1] ἀρετὴ δὲ λέξεως ἐστι τὸ εἶναι ταύτην σαφῆ· καὶ γὰρ ὁ λόγος σημεῖόν τί ἐστιν ἤτοι σημαντικόν ἐστι πράγματος· ὥστε ἂν ὁ λόγος ἀσαφὴς ὤν οὐ δηλοῖ καὶ οὐ σημαίνει τι, λοιπὸν οὐ ποιεῖ τὸ ἔργον αὐτοῦ ἤτοι τὸ σημαίνειν. [b 3] καὶ οὔτε ταπεινὴ ὀφείλει εἶναι ἡ λέξις ἀλλὰ πρέπουσα καὶ κατάλ ληλος τῷ ὑποκειμένῳ πράγματι. ταπεινή ἐστι λέξις ἡ κοινὴ καὶ ᾖ χρῶνται οἱ τυχόντες· ὑπὲρ δὲ τὸ ἀξίωμά ἐστιν ἡ ἀκατάλληλος τῷ πράγματι· οἷον εἰ περὶ Θερσίτου ἐστὶν ὁ λόγος, οὐκ ὀφείλω εἰπεῖν ὁ πολύ μητις Θερσίτης· τὸ γὰρ πολύμητις ἀκατάλληλόν ἐστι τῷ Θερσίτῃ. ἀλλὰ πρέπουσα ὀφείλει εἶναι τῷ πεζῷ λόγῳ. [b 4] ἡ γὰρ ποιητικὴ ἴσως οὐ ταπεινή. εἶπε δὲ τὸ ἴσως διὰ τὸ εἶναι καί τινας λέξεις ποιητικὰς ταπεινάς. ἀλλ’ οὐ πρέπουσα τῷ λόγῳ τῷ πεζῷ. κύρια ὀνόματα λέγει τὰς κυριολεξίας. [b 8] τὸ γὰρ ἐξαλλάξαι ἤτοι ἡ ἐναλλαγὴ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων ποιεῖ φαίνεσθαι τὴν λέξιν σεμνήν· οἷον ἐν οἷς λέγω τῷ ῥητορικῷ λόγῳ τῷ πεζῷ λέξεις πρεπούσας, ἐναλλάξω καὶ χρήσομαι ἐν τῷ μεταξὺ καὶ ποιητικῇ λέξει, ἡ ποιητικὴ λέξις παρεμπεσοῦσα μεταξὺ ἐπὶ τοῦ πεζοῦ λόγου φαίνεται σεμνή. [b 9] ὅπερ γὰρ συμβαίνει περὶ τοὺς ξένους καὶ περὶ τοὺς πολίτας (τὸν μὲν γὰρ πολίτην καὶ ὁμό φυλον ὁρῶντες παρατρέχομεν ὡς συνήθη, ἡνίκα δὲ ἴδωμεν ξένον τινὰ ἐλθόντα εἰς τὴν ἡμετέραν πόλιν, οἷον Πέρσην ἢ Σκύθην, καὶ ταῦτα εἰ μήτε ἦλθε Σκύθης εἰς τὴν πόλιν μήτε ἀλλαχοῦ εἴδομεν, εὐθὺς ξενιζόμεθα ἐπὶ τῷ θεάματι καὶ πάντες συναθροιζόμεθα εἰς τὴν τοῦ Σκύθου θέαν),τὸ αὐτὸ πάσχουσι καὶ περὶ τὴν λέξιν· εἰ μὲν ὁ λογογραφῶν χρᾶται λέξεσι ῥητορικαῖς, οἱ ἀκροαταὶ παρατρέχουσιν αὐτὰς ὡς συνήθεις, εἰ δὲ μεταξὺ χρήσεται καὶ λέξει ποιητικῇ, εὐθὺς οἱ ἀκροαταὶ ταύτην ξενίζονται ὡς ξενικὴν καὶ παράξενον καὶ θαυμάζουσι. [b 10] διὸ δεῖ τοὺς λογο γραφοῦντας ποιεῖν τὴν ὄι ἄλεκτον ξένην ἤτοι παράξενον διὰ τοῦ χρᾶσθαι ποιητικαῖς λέξεσιν· οἱ γὰρ ἄνθρωποι ἀεὶ εἰώθασι θαυμάζειν τὰ ἀπόντα, ἤτοι ἃ οὐκ εἰώθασιν ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ βλέπειν, καὶ οἱ ἀκροαταὶ θαυ μάζουσιν ἐκείνας τῶν λέξεων, ἃς οὐκ εἰώθασιν ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ ἀκούειν· καὶ διὰ τοῦτο, ἡνίκα παρεμπέσῃ τις λέξις ποιητική, εὐθὺς θαυ μάζεται παρ’ αὐτῶν ὡς ἀσυνήθης. διὸ καὶ ὁ Ἑρμογένης παρακελεύεται χρᾶσθαι καὶ ἐν τῷ μεταξὺ τοῦ λόγου στίχῳ ἡρωικῷ, πλὴν καὶ παραφθεί ρειν αὐτόν, ἵνα μὴ ᾖ πάντῃ ἔμμετρος, ἀλλὰ καὶ τελευτᾶν εἰς πεζόν. [b 12] ἐπὶ μὲν τῶν μέτρων ἤτοι τῶν ἐμμέτρων λόγων ἤτοι τῶν ἡρωικῶν στίχων πολλὰ δύναται τοῦτο ἤτοι τὸ ποιητικαῖς χρᾶσθαι λέξεσι καὶ ἁρμόττει τοῦτο ἤτοι ἡ τῶν ποιητικῶν λέξεων χρῆσις ἐκεῖ ἤτοι περὶ τοὺς ἡρωικοὺς στίχους· τὰ γὰρ πράγματα, περὶ ἃ ἡ ποίησις καταγίνεται, καὶ τὰ πρόσωπα, περὶ οὒς ἤτοι περὶ ἃ ὁ ποιητικὸς λόγος καταγίνεται, κατὰ πολὺ διαφέρουσι τῶν προσώπων καὶ τῶν πραγμάτων, περὶ ἃ ἡ ῥητο ρικὴ καὶ ὁ ῥήτωρ καταγίνεται· ἐκεῖ μὲν γὰρ ἐπὶ τῆς ποιήσεως οἱ ἀκροαταὶ τῶν ποιητικῶν λόγων σοφοί, ἐνταῦθα δὲ ἐπὶ τῶν ῥητορικῶν λόγων οἱ ἀκροαταὶ πολλοὶ ἤτοι χυδαῖοι καὶ διὰ τοῦτο δεῖ τοὺς ῥήτορας χρᾶσθαι λέξεσι συνήθεσι· καὶ ἐπὶ μὲν τῆς ῥητορικῆς τὰ πράγματα πολιτικά, ἐπὶ δὲ τῶν ποιητικῶν λόγων τὰ πράγματά εἰσιν ἱστορικὰ καὶ πεπλασμένα· ὥστε κατὰ πολὺ ἐξέστηκεν ἤτοι διαφέρει. [b 14] ἐν δὲ τοῖς ψιλοῖς λόγοις ἤτοι τοῖς ῥητορικοῖς χρώμεθα κατὰ πολὺ ἐλάττοσι πράγμασιν· τὰ γὰρ πολιτικὰ ἐλάττω εἰσὶ τῶν ἱστορικῶν αἱ γὰρ ἱστορίαι πράγματα μεγάλα ἀφηγοῦνται. [b 15] ἡ γὰρ ὑπόθεσις. ᾗ χρᾶται ὁ ῥήτωρ, ἐλάττων ἐστίν· ἡ γὰρ πολιτικὴ ὑπόθεσις ἐλάττων ἐστὶ τῆς ἱστορικῆς· ἐπεὶ καὶ ἐνταῦθα ἤτοι ἐπὶ τῆς ποιήσεως εἰ παρεισάγεται παρὰ τοῦ ποιητοῦ δοῦλος καλλιεπείᾳ χρώμενος καὶ ῥητορικῶς δημηγορῶν ἢ λίαν νέος οἷον πέντε χρόνων ὢν εἰ παρεισάγεται δημη γορῶν ἀνθηραῖς λέξεσι χρώμενος, ἀπρεπές ἐστι· δεῖ γὰρ τὸν δοῦλον παρεισάγειν βαρβαρικὰ λέγοντα καὶ ἀνάλογα ἑαυτῷ καὶ τὸν λίαν νέον παρεισάγειν τραυλίζοντα καὶ παιδικὰ λέγοντα καὶ μὴ κομψά· τοῦτο γάρ ἐστι τὸ ἄριστον ὑποκριτικόν. [b 16] ἢ περὶ λίαν μικρῶν, ἤτοι ἐάν εἰσι τὰ πράγματα μικρά, οὐ δεῖ μεγαληγορεῖν καὶ κομψεύεσθαι ἐν τούτοις ἀλλὰ ταπεινῶς πάλιν ἐπαγγέλλειν αὐτά. ἀλλ’ ἔστιν ἐν τούτοις πρέπον τὸ συστέλλειν καὶ ταπεινοῦν τὸν λόγον, εἰ καὶ τὰ πράγματά εἰσι ταπεινά, ἢ αὐξάνειν καὶ μεγεθύνειν, εἰ καὶ τὰ πράγματά εἰσι μεγάλα καὶ ἔνδοξα, καὶ ὅλως ἀπομιμεῖσθαι τὰ πράγματα· εἰ γὰρ ταπεινῶν ὄντων τῶν ὑποκειμένων πραγμάτων ἐπιχειρήσεις αὔξειν αὐτά, περίεργος ἂν δόξῃς καὶ ἐπιβουλεύων καὶ σπεύδων ἀπατῆσαι τοὺς ἀκροατάς. [b 18] διὸ δεῖ τοὺς ῥήτορας ποιοῦντας ἤτοι ποιητικῶς λέγοντας λανθάνειν τοὺς ἀκροατάς, ὅτι ποιη τικῷ στίχῳ ἐχρήσαντο, διὰ τὸ καταφθείρειν τὸν ποιητικὸν στίχον, ὡς παρακαταλήγειν εἰς λόγον πεζόν. καὶ δεῖ τὸν ῥήτορα μὴ δοκεῖν λέγειν πέπλασμένως· πεπλασμένως δὲ δοκεῖ λέγειν καὶ ἀπατητικῶς καὶ ἐπιβουθέντας λευτικῶς, ὅταν μικρῶν ὄντων τῶν πραγμάτων ἐπιχειρήσῃς αὔξειν ταῦτα καὶ δεικνύειν μεγάλα ταῦτα καὶ ἐν τούτοις κομψεύεσθαι. ἀλλὰ πεφυ κότως, ἤτοι ἀλλὰ δεῖ ἐξαγγέλλειν αὐτά, ὡς πεφύκασιν ἤτοι ὡς ἔχουσι φύσεως. [b 19] τοῦτο γὰρ τὸ λέγειν αὐτὰ τὰ πράγματα, ὡς ἔχουσι φύσεως, πιθανόν ἐστιν, ἐκεῖνο δὲ ἤτοι τὸ μὴ ἐξαγγέλλειν τὰ πράγματα, ὡς ἔχουσι φύσεως, τοὐναντίον ἤτοι οὐκ ἔστι πιθανόν. [b 20] διαβάλ λονται γάρ, ἤτοι διαβάλλουσι γὰρ αὐτοὺς τοὺς μὴ λέγοντας καὶ ἀπαγγέλ λοντας τὰ πράγματα, ὡς πεφύκασιν, ἤτοι ὡς ἔχουσι φύσεως, ὡς ἐπιβου λεύοντας ἤτοι ἐπιβουλευομένους τοὺς ἀκροατάς· καὶ παρὰ τῶν ἀκροατῶν ὑφορῶνται ὡς ἐπίβουλοι, ὥσπερ καὶ τοὺς οἴνους τοὺς μεμιγμένους οἱ προσφερόμενοι αὐτοὺς διαβάλλουσιν ὡς συναναμιχθέντας καὶ συναναφυρ ὕδατι. [b 22] ἡ Θεοδώρου φωνὴ ἦν φυσικὴ φαινομένη πρὸς πᾶσαν ὑπόκρισιν, καθ’ ἣν τὰ πράγματα ἐξήγγελλε καὶ ἄλλο ἢ ἄλλο ἐμι μεῖτο πρόσωπον, αἱ δὲ φωναὶ τῶν ἄλλων ὑποκριτῶν, καθ’ ἣν ἀπήγγελλον τὰ πράγματα, ἀλλότριαι ἦσαν ὁρώμεναι καὶ οὐκ οἰκεῖαι αὐτῶν τῶν, οὓς ἐμιμοῦντο. [b 24] κλέπτεται δὲ εὖ ἡ ἀλλοτρία λέξις, ὡς μηδὲ νομίζεσθαι ἀλλοτρία ἀλλὰ φυσική, ἐάν τις ἐκ λέγων καὶ λαβὼν λέξεις ἀπὸ διαλέκτου εἰωθυίας ἤτοι συνήθους ἐγγιζούσης τῇ οἰκείᾳ αὐτοῦ διαλέκτῳ ἤτοι εἰ λαβὼν ἀπὸ τῆς Ἀττικῆς διαλέκτου ὁ Ἀθηναῖος καὶ μὴ ἀπὸ τῆς Δωρίδος ἢ Ἰωνικῆς συντιθῇ αὐτὰς καὶ ποιεῖ λόγον. δεῖ γοῦν, ὡς πέφυκεν ἕκαστος λέγειν καὶ ὡς εἴωθεν ἀπαγγέλλειν τὰ πράγματα, οὕτω σπουδάζειν ἀπαγγέλλειν τὰ πράγματα· εἰ γὰρ οὐχ οὕτως ποιεῖ ἀλλὰ ποιητικαῖς χρᾶται λέξεσιν, οὐ δοκεῖ ἡ φράσις αὐτοῦ οἰκεία ἀλλ’ ἀλλοτρία καὶ ἀπωθεῖται ὡς πρὸς ἀπάτην ἀφορῶν. [b 27] εἴδη δέ εἰσι τῶν ὀνομάτων τοσαῦτα, ὅσα ἐν τῷ Περὶ ποιήσεως λόγῳ παραδεδώκαμεν· αἱ μὲν γάρ εἰσι γλῶτται Δωρικαί, αἱ δὲ Ἰωνικαί, αἱ δὲ Ἀττικαί. ταύταις ταῖς γλώτταις ἤγουν ταῖς διαλέκτοις καὶ τοῖς διπλοῖς ὀνόμασιν ἤτοι τοῖς συνθέτοις (σύνθετα δὲ ὀνόματα, ὡς τὸ Καλλίστρατος, Καλλίνικος) καὶ τοῖς πεποιημένοις (πεποιημένα δὲ ὀνόματά εἰσι τὰ ἐκ τῶν ἤχων καὶ ψόφων τῶν ἀψύχων καὶ ἀφώνων παρωνομασμένα, ὡς τὸ δοῦπος, φλοῖσβος, ῥοῖζος)· τὸ δὲ διὰ τί ὀλιγάκις χρηστέον τοῖς τοιούτοις ὀνόμασιν ὕστερον ἐροῦμεν [b 31] τὰ γὰρ τοιαῦτα ὀνόματα ἐξαλλάττει ἤτοι ἐξαλλαγὴν ποιοῦσι τοῦ πρέ ποντος ἐπὶ τὸ μεῖζον. πρέπον δέ ἐστι τὸ τὰ μικρὰ πράγματα ἐξαγγέλλειν δι’ εὐτελῶν καὶ συνήθων λέξεων· εἰ δέ τις ἐπὶ τῇ τῶν μικρῶν πραγμάτων ἐπαγγελίᾳ χρήσεται Ἀττικῆς ὀνόμασι καὶ Δωρικῆς διαλέκτου ἢ καὶ πεποιημένοις, ἐξαλλάττει τὸ πρᾶγμα ἐπὶ τὸ μεῖζον ἤτοι μεγεθύνει τὸ πρᾶγμα καὶ ἀξίωμα τούτῳ ἐπιτίθησι· καὶ μέγα τι δοκεῖ καὶ ἡρωικόν, κἂν τῇ αὐτῶν φύσει εὐτελὲς καὶ μικρόν ἐστι. κύρια ὀνόματα λέγει τὰ κατὰ κυριο λεξίαν λαμβανόμενα· ἐκ παραλλήλου δὲ ἔλαβε τὸ κύριον καὶ τὸ οἰκεῖον ὡς ταὐτὰ ὄντα. [b 33] ψιλοὺς δὲ λόγους νοητέον τοὺς πεζούς. σημεῖον δὲ τοῦ δεῖν ἐν τοῖς πεζοῖς λόγοις κυρίοις ὀνόμασι χρᾶσθαι, διότι πάντες οἱ παλαιοὶ ῥήτορες τούτοις χρῶνται· πάντες γὰρ διαλέγονται ἤτοι ἀλλήλοις συνομιλοῦσιν ἐν μεταφορικοῖς ὀνόμασι καὶ οὐ κυρίοις· ὥστε δῆλον, ὅτι, ἐὰν ποιῇ τις εὖ, ἤτοι ἐὰν ταῖς ποιητικαῖς λέξεσι καλῶς χρῆται καὶ ὡς ἡ τέχνη ἀπαιτῇ, ἔσται καὶ ἡ λέξις ἡ ποιητικὴ καὶ ἡ μεταφορικὴ καλῶς ληφθεῖσα τὸ ξενικὸν ἔχουσα, τουτέστι τὸ παράδοξον καὶ τὸ θαυ μαστόν. [b 36] ἀλλὰ καὶ ἐνδέχεται τὸν ῥήτορα λανθάνειν τοὺς ἀκροα τάς, ὡς τὸν Νέστορα καὶ δεῖνα καὶ δεῖνα, ὡς λέξεσι ποιητικαῖς καὶ μεταφορικαῖς ἐχρήσατο. καὶ σαφηνιεῖ ἤτοι ἐνδέχεται εἶναι καὶ τὸν λόγον σαφῆ· τοῦ γὰρ ῥητορικοῦ λόγου ἡ σαφήνεια ἀρετή. [b 39] συνωνυ μίας ἐνταῦθα λέγει τὰς πολυωνυμίας, ὡς τὸ ἄορ, τὸ ξίφος, τὸ φάσγανον, τὸ πορεύεσθαι καὶ τὸ βαδίζειν κύριά εἰσιν ἤτοι κυριολεξίαι εἰσὶ καὶ πολυώνυμα. [1405a 4] καὶ ὅτι αἱ μεταφοραὶ μεγάλα δύνανται καὶ ἐν τῇ ποιήσει καὶ ἐν τοῖς λόγοις τοῖς ῥητορικοῖς, εἴρηται ἐν τῇ Περὶ ποιητικῆς πραγματείᾳ, καθάπερ ἐλέγομεν. [a 6] τοσοῦτον δὲ δεῖ φιλοπονεῖσθαι περὶ αὐτῶν ἤτοι τῶν μεταφορικῶν λέξεων ἐν τῷ λόγῳ τῷ πεζῷ, ὅσον ὁ λόγος ὁ πεζός ἐστιν ἐκ βοηθημάτων καὶ θεραπείας ἐλάττονος καὶ μικρᾶς παρὰ τὰ μέτρα ἤτοι τὰ ἔμμετρα καὶ ἡρωικά· ἐν μὲν γὰρ τῷ πεζῷ λόγῳ, κἂν μεταφορικαῖς χρησώμεθα, ἀλλ’ οὖν μικρᾶς σαφη νείας τούτου δεόμεθα, ἐν δὲ τοῖς ἐμμέτροις στίχοις, εἰ μεταφορικαῖς χρησόμεθα, πλείονος καὶ τῆς σαφηνείας χρήζομεν τούτου οἷον εἰ σπέρμα πυρὸς εἴπομεν, ἀρκεῖ εἰπεῖν εἰς σαφήνειαν τούτου, ὅτι σπέρμα λόγον ἐπέχει ἀρχῆς [a 8] ἔχει δὲ ἡ μεταφορικὴ λέξις καὶ τὸ σαφές· οὐ γάρ ἐστιν ἀσαφὴς πάντῃ· ἔχει δὲ καὶ τὸ ξενικὸν ἤτοι τὸ παράξενον ὡς ἐξ ἄλλου μετακομισθεῖσα. καὶ οὐκ ἔστι λαβεῖν αὐτὴν παρ’ ἄλλου ἤτοι οὐ δέεταί τινος τοῦ ἑρμηνεύοντος. ἔσται δὲ τοῦτο ἤτοι τὸ ἁρμοττούσας λέγειν τὰς μεταφοράς, εἴ τις τηρήσει τὴν ἀναλογίαν ἀρίστην, οἷον σπέρμα λέγεται πυρὸς κατὰ ἀναλογίαν τοῦ σπέρματος τοῦ ἀνθρώπου· ὡς γὰρ τὸ σπέρμα τοῦ ἀνθρώπου ἀρχή ἐστι τοῦ βρέφους. οὕτω καὶ ἡ ἀρχὴ τοῦ πυρὸς λέγεται σπέρμα· καὶ ὡς τὸ σπέρμα τοῦ ἀνθρώπου μικρὸν ὂν μεῖζόν τι ἐξαίφνης δημιουργεῖ, οὕτω καὶ ἡ ἀρχὴ τοῦ πυρὸς σπέρμα λέγεται, διότι μικρὰ οὖσα κατὰ τὴν ἀρχὴν ἐξαίφνης πυρκαϊὰν μεγάλην ἐξανάπτει ὕλης δραξάμενον. [a 11] εἰ δὲ μή, ἤτοι εἰ δὲ οὐ φυλάξει τὴν ἀναλογίαν ἀρίστην, ἀπρεπὴς φανεῖται μᾶλλον ἡ ἀναφορὰ καὶ μὴ ἁρμόττουσα, διότι ἐν τῇ ἀναλογίᾳ παρ’ ἄλληλα κεῖνται τὰ ἐναντία καὶ ἐν παραθέσει θεωροῦνται, οἷον λέγεις ὡς τὸ σπέρμα τοῦ ἀνθρώπου βραχὺ ὂν μεῖζόν τι ποιεῖ, οὕτω καὶ τὸ σπέρμα τοῦ πυρός· εἰσὶ δὲ ἐναντία, διότι τὸ σπέρμα τοῦ ἀνθρώπου ἐστὶν ἀρχὴ ἐμψύχου, τὸ δὲ σπέρμα τοῦ πυρὸς ἀρχὴ ἀψύχου τὸ δὲ ἔμψυχον καὶ ἄψυχον ἐναντία, καὶ ἐπεί εἰσιν ἐναντία, διὰ τοῦτο παρ’ ἄλληλα κειμένων καὶ ἐν παραθέσει, εἰ μὴ σῴζει ἡ ἀναλογία, ἐναργεστάτη φαίνεται ἡ κακία τῆς παραθέσεως. [a 13] φοινικές ἐστι τὸ πορφυροῦν ἱμάτιον· ἄλλη ἐστὶν ἐσθὴς ἡ τῷ νέῳ ἁρμόζουσα (ἔστι δὲ ἡ πορφύρα) καὶ ἄλλη ἡ τῷ γέροντι. [a 11] τὸ σπέρμα τοῦ ἀνθρώπου καὶ τὸ σπέρμα τοῦ πυρὸς ὑπὸ τὸ αὐτὸ γένος ἀνάγονται ἤτοι τὴν ἀρχήν. [a 14] καὶ εἰ βούλει κοσμεῖν τὸν λόγον, ἀεὶ μετακόμιζε τὰς μεταφορὰς ἀπὸ τοῦ βελτίονος καὶ τοῦ τιμιωτέρου· τιμιώτερον δέ ἐστι τὸ ἔμψυχον τοῦ ἀψύχου, καὶ λοιπὸν τὸ ἀπὸ τοῦ ἐμψύχου μεταφέρειν ἐπὶ τὰ ἄψυχα τὰ ὀνόματα βέλτιον. ὥστε εἰ μὲν ἐπαινεῖς, μετακόμιζε τὰ ὀνόματα ἀπὸ τῶν ἐμψύχων ἐπὶ τὰ ἄψυχα καὶ ὅλως ἀπὸ τοῦ βελτίονος, εἰ δὲ βούλει ψέγειν, ἀπὸ τῶν χειρόνων μετακόμιζε τὰς μεταφορὰς ἐπὶ τὸ βέλτιον, εἴτε ἔμψυχόν ἐστι τὸ χεῖρον εἴτε ἄψυχον· οἷον ὡς οἱ στρουθοὶ εἰς τὰ δίκτυα ἐμπεσόντες πειρῶνται διαφυγεῖν, οὕτως καὶ ὁ δειλὸς ἐμπεσὼν πρὸς τὸν πόλεμον σπουδάζει διαχεύοντα δρᾶσαι· τιμιώτερον δὲ ὁ ἄνθρωπος τοῦ στρουθοῦ ὡς λογικόν. [a 17] λέγω δὲ οἷον ἐπὶ τὸ ἐναντίον, ἤτοι τὸ πτωχεύειν καὶ τὸ εὔχεσθαι, εἰσὶν ἐν τῷ αὐτῷ γένει· ὑπὸ γὰρ τὸ αἰτεῖν ἄμφω ἀνάγονται· καὶ ὁ πτωχὸς γὰρ καὶ ὁ εὐχόμενος αἰτοῦσιν· ὥστε εἰ μὲν εἴπω τὸν πτωχεύοντα εὐχόμενον ἤτοι αἰτοῦντα, ἀπὸ τοῦ βελτίονος ἐποίησα τὴν μεταφοράν· τὸ γὰρ εὔχεσθαι τιμιώτερον τοῦ πτωχεύειν· εἰ δὲ εἴπω τὸν εὐχόμενον πτω ἤτοι αἰτοῦντα, ἀπὸ τοῦ χείρονος ἐποίησα τὴν μεταφοράν. [a 19] διὰ τοῦτο ἔστι ποιεῖν τὸ εἰρημένον, ἤτοι διότι ὑπὸ τὸ αὐτὸ γένος ἀνά γονται τὸ αἰτεῖν καὶ ὁ πτωχὸς καὶ ὁ εὐχόμενος, διὰ τοῦτο καὶ τὸν πτωχὸν λέγω εὐχόμενον καὶ τὸν εὐχόμενον πτωχόν. [a 20] οἱ μὲν λέγουσι μιτραγύρτην τὸν τὰς ζώνας συνάγοντα, οἱ δὲ ἀνθρώπους τινὰς εἶναι λέγουσιν ἔχοντας τὰς ἑαυτῶν κεφαλὰς δεδεμένας ὑπὸ μίτρας ὡς κεφαλοδεσμίων καὶ διαδέτων καὶ ἄνω καὶ κάτω τῆς πανηγύρεως διαστρεφομένους. δᾳδοῦχοι ἐλέγοντο οἱ τὰς δᾷδας βαστάζοντες, ὅτε ἐτελοῦντο τὰ τῆς Δήμητρος μυστήρια. καὶ τὸ μιτραγυρτεῖν καὶ τὸ δᾳδουχεῖν εἰσι περὶ θεὸν ἤτοι πρὸς ὑπηρεσίαν τῆς θεοῦ, τὸ μέν, τὸ δᾳδουχεῖν, τίμιον, τὸ δέ, τὸ μιτραγυρτεῖν, ἄτιμον. [a 23] τὸ τεχνίτης τιμιώτερόν ἐστι τοῦ διονυσο κόλακος· ἐλέγοντο δὲ διονυσοκόλακες οἱ τὸν Διόνυσον κολακεύοντες καὶ οἱ περὶ αὐτὸν ἀναστρεφόμενοι. καὶ οἱ μὲν ἐκάλουν αὐτοὺς τοὺς περὶ τὸν Διόνυσον διονυσοκόλακας — ἡ μεταφορὰ ἀπὸ τοῦ χείρονος —, οἱ δὲ τεχνίτας ἑαυτοὺς ἐκάλουν ὡς ἐπιστημονάρχας — ἀπὸ τοῦ βελτίονος ἡ μεταφορά —. ἡ μὲν ἤτοι ἡ μεταφορὰ ἡ διονυσοκόλακας αὐτοὺς καλοῦσά ἐστι ῥυπαινόντων ἤτοι διαβαλλόντων, ὑβριζόντων, ἡ δὲ ἤτοι ἡ μεταφορὰ ἡ καλοῦσα αὐτοὺς τεχνίτας ἐστὶ τοὐναντίον ἤτοι ἐπαινοῦσα. καὶ οἱ λῃσταὶ καλοῦσιν ἑαυτοὺς ποριστὰς μεταφορικῶς ἀπὸ τοῦ κρείτ τονος ὡς προσπορίζοντας ἑαυτοῖς πολλά. [a 26] τὸ μὲν ἁμαρτάνειν λέγεται ἐπὶ τοῦ ἀποτυγχάνειν, τὸ δὲ ἀδικῆσαι ἐπὶ τοῦ ἁρπάζειν. ὁ λέγων μεταφορικῶς τὸν ἀδικήσαντα ἁμαρτάνοντα ἀπὸ τοῦ κρείττονος ἐποίησε τὴν μεταφοράν, ὁ δὲ λέγων ἁμαρτάνοντα ἀδικήσαντα ἀπὸ τοῦ χείρονος. [a 28] καὶ τὸν κλέψαντα εἰ εἴπωμεν, ὅτι ἐπόρθησεν, ἐποίησε τὴν μεταφορὰν ἀπὸ τοῦ βελτίονος· τὸ γὰρ πορθεῖν μέγα ἐστί· λέγεται γὰρ ἐπὶ τροπαίων καὶ κατασχέσει πόλεων· εἰ δὲ εἴπωμεν, ὅτι ἔλαβεν, ἀπὸ τοῦ χείρονος ἐποίησε τὴν μεταφοράν· χεῖρον γὰρ τὸ λαβεῖν. [a 29] κώπης εἷπεν ἀνάσσειν τὸν ναύαρχον τὸν ἐπιστατοῦντα τῶν κωπηλατῶν καὶ κατα ναγκάζοντα αὐτοὺς κωπηλατεῖν, ἤτοι τὸν κόμητα, τὸν δέκαρχον· μεταφορά ἐστι καὶ αὕτη ἀπὸ τοῦ βελτίονος. καὶ τὸ ἀποβὰς εἰς Μυσίαν ἐτραυμα τίσθη πολεμίῳ βραχίονι· τὸ ἀποβάς μεταφορικὴ ἡ λέξις ἀπὸ τοῦ βελτίονος ληφθεῖσα· τὸ γὰρ ἀποβάς ἐπὶ στόλου λέγεται, οὗτος δὲ ἐξελάβετο αὐτὸ ἐπὶ ἑνὸς ἀνθρώπου. [a 30] τὸ γοῦν ἀνάσσειν ἐπὶ βασιλέως λέγεται καὶ ἔστιν ἀξίωμα μεῖζον ἢ κατὰ ἀξίαν ἤτοι τοῦ ἀξιώματος τοῦ δεκάρχου καὶ ναυάρχου ἤτοι τοῦ ἁρμόττοντος τῷ ἐπιστατοῦντι τῶν κωπηλατῶν. [a 31] οὐ κέκλεπται ἤτοι οὐκ ἔλαθεν ἡ μεταφορὰ αὕτη ἡ μετακομίσασα τὸ ἀνάσσειν ἀπὸ τοῦ βασιλέως ἐπὶ τὸν ναύαρχον, ὡς ἔστι ψυχρά. ἔστι δὲ καὶ ἐν ταῖς συλλαβαῖς ἤτοι ταῖς λέξεσιν ἁμαρτάνειν, εἰ οὔκ εἰσιν αἱ συλλαβαὶ σημεῖα φωνῆς ἡδείας, εἴ γε συγκρούσεις συμφώνων ἔχουσι· τραχύνουσι γὰρ τὴν γλῶτταν ὡς μὴ δυναμένην ῥᾳδίως ἐκφωνεῖν αὐτάς. [a 2] χαλκοῦν Διονύσιον λέγει τὴν Διονυσίου στήλην· οὗτος οὖν τοῖς ἐλεγείοις τοῖς ἀναγεγραμμένοις ἐν τῇ στήλῃ αὐτοῦ τὴν ποίησιν προσα γορεύει καὶ καλεῖ κραυγὴν Καλλιόπης· ἄμφω γὰρ ἤτοι καὶ ἡ κραυγὴ καὶ ἡ ποίησις φωναί εἰσι· τὸ γοῦν κραυ ἐν τῇ ἐκφωνήσει· τῇ κραυγῆς τραχύνει τὴν φωνὴν καὶ λυπεῖ τὸν ἐκφωνοῦντα διὰ τὴν τῶν συμφώνων παρεμπλοκήν. ἀσήμους φωνὰς λέγει τὰς τραχείας τὰς συγκρούσεις συμ φώνων ἐχούσας. [a 35] ἔτι δὲ οὐ δεῖ ποιεῖν τὰς μεταφορὰς πόρρωθεν, ἀλλ’ ἐκ τῶν συγγενῶν καὶ ὁμοειδῶν τὰ ἀνώνυμα ὠνομασμένως, ἤτοι ὅταν, ἐφ’ οἷς οὐ κεῖται ὄνομα, εὑρεθῇ κατάλληλον ὄνομα ἀπὸ ἑτέρου πράγματος, ὅπερ (τοῦτο τὸ εὑρεθὲν ὄνομα κατάλληλον) ῥηθὲν εὐθὺς δηλώσει, ὅτι συγγενές ἐστιν, ἤτοι ὅτι ἀπὸ συγγενοῦς καὶ ὁμοειδοῦς ἐλήφθη. [b 1] εὐδοκιμοῦν αἴνιγμα λέγει τὸ ἄριστον. πυρίχαλκον λέγει τὸ ὑέλιον ὡς ἐν πυρὶ χαλκευθέν· λέγει δὲ πυρίχαλκον τὴν συκίαν ἤγουν τὸ βικίον, δι’ οὗ ἡ ὁλκὴ τοῦ αἵματος γίνεται· ὅπερ (τοῦτο τὸ βικίον) προσκολλᾶται τῷ συκιαζομένῳ ἀνδρί· οὐ δεῖ οὖν τὴν μεταφορὰν ποιεῖν ἀπὸ τῶν πόρρω καὶ ἀνομοειδῶν, ὥσπερ ἐν τῷ αἰνίγματι τούτῳ· αἴνιγμα γάρ ἐστι τὸ ἄνδρ’ εἶδον πυρίχαλκον. οὐκ ἐγένετο ἡ μεταφορὰ ἀπὸ ὁμοειδοῦς· ποίαν γὰρ κοινωνίαν ἔχει τὸ ὑέλινον βικίον πρὸς ἄνδρα; ἢ ποίαν ἐγγύτητα ὡς ἐπονομάσαι ἄνδρα πυρίχαλκον τὸ ὑέλινον βικίον; ψυχρὰ γοῦν ἐστιν ἡ μεταφορὰ αὕτη. [b 2] τὸ γὰρ πάθος ἤτοι ἡ ὁλκὴ τοῦ αἵματος γινομένη διὰ τοῦ βικίου ἀνώνυμόν ἐστιν ἤτοι οὐκ ἔχει ὄνομα, πῶς δεῖ καλεῖν αὐτήν, καὶ διὰ τοῦτο τὴν προσβολὴν τοῦ βικίου τὴν γινο μένην πρὸς τὸν ἄνδρα ἐπωνόμασε κόλλησιν· πάθος γὰρ λέγει τὴν προσ βολήν. ἔστι δὲ ἄμφω ἤτοι καὶ ἡ προσβολὴ καὶ ἡ κόλλησις προσθέσεις τινές· καὶ γὰρ καὶ τὸ προσβαλὸν καὶ τὸ προσπεσόν τινι προστίθεται αὐτῷ καὶ τὸ προσκολλώμενον προστίθεται. ἢ καὶ οὕτως· ἔστι δ’ ἄμφω ἤτοι τὸ πυρίχαλκον καὶ τὸ κολλήσαντα πρόσθεσίς τις· ἀλλ’ οὔ μοι δοκεῖ τοῦτο καλόν. ἢ καὶ οὕτως· ἔστι δ’ ἄμφω ἤτοι ἡ τοῦ βικίου πρὸς τὸν ἄνδρα προσβολὴ πρόσθεσίς τις καὶ ἡ τοῦ ἀνδρὸς πρὸς τὸν ἄνδρα προσ βολὴ πρόσθεσις· ὥσπερ γάρ, εἰ προσβάλῃ ἀνδρὶ ἀνὴρ καὶ προσπλακῇ, προστίθεσθαι οὗτος τῷ ἑτέρῳ λέγεται, οὕτω καὶ τὸ βικίον προστίθεται τῷ ἀνδρὶ ἐν τῷ προσβαλεῖν αὐτῷ. [b 4] καὶ ὅλως ἔστι λαβεῖν τὰς μεταφορὰς ἐπιεικεῖς ἤτοι καλῶς μετενεχθείσας ἐκ τῶν εὖ ἡνιγμένων ἤτοι ἐκ τῶν ἐπαινουμένων αἰνιγμάτων· καὶ γὰρ καὶ αἱ μεταφοραὶ αἰνίγματά εἰσι, καθ᾽ ὅσον αἰνίττονται σκοτεινῶς καὶ οὐ καθαρῶς τὰ πράγ ματα· ἐπὶ πλέον δέ εἰσι τῶν μεταφορῶν τὰ αἰνίγματα· αἱ μὲν γὰρ μετασθησαν φοραὶ λέγονται καὶ αἰνίγματα, τὰ δὲ αἰνίγματα μεταφοραὶ οὔκ εἰσιν. ἢ καὶ οὕτως· καὶ ὅλως ἐκ τῶν ἐπαινουμένων αἰνιγμάτων ἔστι λαβεῖν μετα φορὰς ἐπιεικεῖς ἤτοι συγγενεῖς τοῖς πράγμασιν, ἐξ ὧν καὶ μετεκομί μεταφορικῶς· ἀρίστη γὰρ μεταφορά ἐστιν ἡ μετενεχθεῖσα ἀπὸ τῶν ἐγγὺς καὶ ὁμοειδῶν, ὡς τὸ ποιμένα λαῶν † εἴποι τις τὸν βασιλέα· τὸ γὰρ ποιμήν μετηνέχθη ἀπὸ ὁμοίων ἤτοι ἐμψύχων ἤτοι τῶν βοσκῶν· ἄνθρωπος γὰρ καὶ ὁ βασιλεύς, καὶ ὡς ἐκεῖνος ἡγεῖται τῶν προβάτων, οὕτω καὶ οὗτος τοῦ λαοῦ. φαύλη δὲ καὶ ψυχρὰ μεταφορὰ ἡ μετενεχθεῖσα ἀπὸ τῶν πόρρω καὶ τῶν ἀνομοειδῶν, ὥσπερ ἄν τις εἴπῃ χρυσέ. κακῶν ἀρχηγέ· τὸ γὰρ ἀρχηγεῖν καὶ βασιλεύειν τῶν ἀνθρώπων ἐστίν, οὐ τῶν ἀψύχων· ψυχρὸν γοῦν ἐστι τὸ λέγειν τὸν χρυσὸν βασιλέα· ποία γὰρ ὁμοιότης καὶ ἐγγύτης τοῖς ἐμψύχοις πρὸς τὰ ἄψυχα; [b 5] ὥστε δῆλον, ὅτι ἡ μεταφορά, ἐὰν ὑπαινίττηται καὶ σημαίνῃ τι αἰνιγματωδῶς, καλῶς μετηνέχθη. καὶ ἀπὸ καλῶν ἤτοι ὁμοειδῶν ἢ καλῶν ὀνομάτων. [1404b 29] πεποιημένα λέγει τὰ περὶ τὰς τῶν ἤχων ἰδιότητας μιμητικῶς εἰρημένα, οἷον φλοῖσβος, ῥοῖζος. τὸ ἀτεράμων ἤτοι ὁ ἀνένδοτος μεταφορικὴ λέξις ἐστί. τετραχῇ ἡ μεταφορὰ λέγεται· ἢ ἀπὸ ἐμψύχου εἰς ἔμψυχα ὡς τὸ ποιμένα λαῶν, ἢ ἀπὸ ἀψύχου εἰς ἄψυχα ὡς τὸ σπέρμα σῴζων πυρός, ἢ ἀπὸ ἐμψύχου εἰς ἄψυχον ὡς τὸ αἰχμὴν † δὲ ἐν γαίῃ πέσε λιλαιομένη χροὸς ἆσαι, ἢ ἀπὸ ἀψύχων εἰς ἔμψυχα ὡς τὸ ῥέει λόγους. Περὶ κάλλους λέξεως. Ὁ μὲν Λικύμνιος λέγει τὸ κάλλος τῶν λέξεων ἐν τοῖς ψόφοις θεωρεῖσθαι ἤτοι ταῖς στομφαστικαῖς λέξεσι καὶ κρότον ἐχούσαις ἢ τῷ σημαινομένῳ, ἤτοι κάλλος δὲ λέξεως καὶ ὀνομάτων τὸ σημαίνειν τι. καὶ αἶσχος τῶν λέξεων καὶ τῶν ὀνομάτων ὡσαύτως τὸ μὴ ἔχειν κρότον καὶ τὸ στομφαστικὸν ἢ τὸ σημαίνειν. [b 8] ἔτι δὲ τρίτον κάλλος τῶν ὀνομάτων τὸ μὴ εἶναι ὁμώνυμον τὸ ὄνομα, καθ’ ὃ (τὸ μὴ εἶναι δηλονότι ὁμώνυμον) λύομεν τὰ περὶ τὴν ὁμωνυμίαν σοφίσματα. [b 9] ὁ Βρυσῶν φιλόσοφος ἦν. ὁ Βρυσῶν ἔλεγε μηδένα αἰσχρολογεῖν καὶ ἀκαλλῶς λέγειν, εἴπερ ἀντὶ τοῦ εἰπεῖν τοῦδε εἴπῃ τόδε· ταὐτὸν γὰρ σημαίνειν καὶ τὸ τόδε καὶ τὸ τοῦδε ἔλεγε. καὶ οὕτως μὲν εὕρηται ἐν τοῖς ἀντιγράφοις τὸ [b 10] εἴπερ τὸ αὐτὸ σημαίνει τόδε ἀντὶ τοῦ τοῦδε εἰπεῖν. σφάλμα δέ ἐστι γραφικὸν τὸ εἰπεῖν ἀντὶ τοῦ τοῦδε· ἔδει γὰρ εἰπεῖν ἀντὶ τοῦ τόδε· καὶ ὅσα τῶν ἀντιγράφων εἰσὶ παλαιά, οὕτως εὕρηται ἔχοντα εἴπερ τὸ αὐτὸ σημαίνει τόδε ἀντὶ τοῦδε εἰπεῖν. ἔστι δὲ τοιοῦτον· ἐπεὶ γὰρ τὸ τόδε καὶ τὸ τοῦτο καὶ εὐθεῖαν δηλοῦσι καὶ αἰτια τικήν, ἔλεγεν ὁ Βρυσῶν, ὡς οὐδεὶς αἰσχρολογεῖ, εἴπερ εἴπῃ τόδε καὶ ἐκλά βηται αὐτὸ ἐπὶ αἰτιατικῆς ἀντὶ τοῦ εἰπεῖν τόδε ἢ τόδε καὶ ἐκλαβέσθαι αὐτὸ ἐπ’ εὐθείας· ταὐτὸν γὰρ σημαίνει καὶ τὸ τόδε καὶ τὸ τοῦτο, κἂν ἐπ’ εὐθείας καὶ αἰτιατικῆς ληφθῇ. τὸ αὐτὸ σημαίνει· μεγάλη δέ ἐστιν ἡ δια φορὰ τοῦ λαβεῖν τὸ τόδε καὶ τὸ τοῦτο ἐπὶ αἰτιατικῆς, καὶ ταῦτα τοῦ λόγου ἀπαιτοῦντος λαβεῖν ἐπ’ εὐθείας· ἢ πάλιν εἰ ἐνδέχεται λαβεῖν ἐπ’ αἰτια τικῆς αὐτὸ καὶ λάβωμεν αὐτὸ ἐπ’ εὐθείας, μεγάλη ἐστὶν ἡ διαφορά· ἀκαλλῆ γὰρ ποιεῖ τὸν λόγον καὶ σόλοικον καὶ ψευδῆ· οἷον ἆρ’ ὃ ὁρᾷ, τοῦτο ὁρᾷ, ὁ μὲν λόγος ἀπαιτεῖ λαβεῖν τὸ τοῦτο ἐνταῦθα αἰτιατικήν· εἰ δὲ λάβοιμεν αὐτὸ ἐπ’ εὐθείας, ψευδόμεθα· ἐντεῦθεν γὰρ καὶ ὁ σολοικισμὸς παρὰ τοῖς σοφισταῖς γίνεται. [b 11] τοῦτο γάρ ἐστι ψεῦδος ἤτοι ψεύτικῆς δεται καὶ ψευδὴς ὁ λόγος γίνεται, εἴπερ τὸ τοῦτο ὁρᾷ οὐ λάβω ἐπὶ αἰτια ἀλλ’ ἐπ’ εὐθείας. καὶ πάλιν ἀλλαχοῦ ἀπαιτησόμεθα λαβεῖν τὸ τόδε καὶ τὸ τοῦτο ἐπ’ εὐθείας· εἰ δὲ λάβωμεν αὐτὸ ἐπὶ αἰτιατικῆς, ψευδῆ τὸν λόγον ποιήσομεν. [b 11] ἔστι γὰρ ἄλλο ἄλλου κυριώτερον, ἤτοι ἐπὶ τινῶν μέν ἐστιν οἰκειότερον λαβεῖν τὸ τοῦτο καὶ τόδε ἐπ’ εὐθείας, κἂν καὶ ὑπεμφαίνῃ καὶ αἰτιατικήν, καὶ ψευδὴς καὶ ἀκαλλὴς γίνεται, εἰ ληφθῇ ἐπὶ αἰτιατικῆς, ἐπὶ τινῶν δὲ πάλιν ἐστὶν οἰκειότερον τὸ λαβεῖν ἐπὶ αἰτιατικῆς αὐτό, κἂν καὶ παρεμφαίνῃ καὶ εὐθεῖαν· καὶ ἐπὶ τινῶν ὡς εὐθεῖα ληφθὲν οἰκεῖον τῷ πράγματι φαίνεται καὶ παριστᾷ τὸ πρᾶγμα πρὸ ὀμμάτων ἤτοι φανερόν, ἐπὶ τινῶν δὲ ὡς αἰτιατικὴ ληφθὲν οἰκεῖον τοῦ πράγματος φαίνεται καὶ ποιεῖ αὐτὸ φανερόν· εἰ μὲν γὰρ εἴπω, ὡς τοῦτο ἔστι, δηλοῖ εὐθεῖαν μᾶλλον, εἰ δὲ εἴπω τοῦτο εἶναι, δηλοῖ αἰτιατικήν, εἰ δὲ εἴπω τοῦτο ἔστιν εἶναι, δηλοῖ καὶ εὐθεῖαν καὶ αἰτιατικήν, ἡ δὲ σύνταξις παρεμ φαίνει, ποῖον μᾶλλον σημαίνει· πολλάκις γὰρ ἀπὸ τῆς συντάξεως οἰκειότερον φαίνεται τὸ τοῦτο λαβεῖν ἐπ’ εὐθείας, πολλάκις δὲ οἰκειότερον φαίνεται τὸ τοῦτο λαβεῖν ἐπὶ αἰτιατικῆς. [b 13] ἔτι οὐχ ὁμοίως σημαίνει τὸ τόδε ἐπ’ εὐθείας καὶ τὸ τόδε ἐπὶ αἰτιατικῆς, ἀλλ’ εἰ μὲν πρόσκειται αὐτῷ τὸ ἔστι, σημαίνει εὐθεῖαν, εἰ δὲ τὸ εἶναι, αἰτιατικήν, κἂν ἔμφασιν ἔχῃ, ὅτι σημαίνει καὶ εὐθεῖαν. [b 14] ὥστε καὶ οὕτως ἄλλο ἄλλου κάλλιον καὶ αἴσχιον· οἷον ἐπὶ μὲν τῆς τοιᾶσδε συντάξεως καὶ ὅτε πρόσκειται αὐτῷ τὸ ἔστι, καλλιώτερόν ἐστι τὸ λαβεῖν αὐτὸ ἐπ’ εὐθείας παρ’ ὃ ἐπὶ αἰτιατικῆς· αἴσχιον γὰρ καὶ ἀκαλλές ἐστι τὸ λαβεῖν αὐτὸ ἐπὶ αἰτιατικῆς, ὥσπερ ἐπὶ ἄλλης συντάξεως καὶ ὅτε ἔχει προσκείμενον τὸ εἶναι, κάλλιόν ἐστι τὸ λαβεῖν αὐτὸ ἐπὶ αἰτιατικῆς παρ’ ὃ ἐπ’ εὐθείας, ἀκαλλὲς δέ ἐστι τὸ λαβεῖν αὐτὸ ἐπ’ εὐθείας καὶ αἴσχιον. [b 15] ἄμφω μὲν γὰρ τὸ τόδε ἔστιν, ἤτοι ὅταν ἔχῃ τὸ ἔστι, καὶ τὸ καλὸν καὶ τὸ αἰσχρὸω σημαίνουσιν· ᾗ μὲν καὶ εὐθεῖαν σημαίνει, ἔχει τὸ κάλλιον, εἰ οὕτω ληφθῇ, ἦ δὲ καὶ ἔμφασιν ἔχει αἰτιατικῆς, ἔχει τὸ αἴσχιον, εἰ ἐπὶ αἰτιατικῆς ληφθῇ· μᾶλλον γὰρ σημαίνει εὐθεῖαν παρ’ ὃ αἰτιατικήν· καὶ τὸ τόδε εἶναι· εἰ γὰρ καὶ εὐθεῖαν σημαίνει καὶ αἰτιατικήν, ἀλλὰ μᾶλλόν ἐστι κάλλιον τὸ λαβεῖν αὐτὸ ἐπὶ αἰτιατικῆς, αἰσχρὸν δὲ καὶ ἀκαλλὲς τὸ λαβεῖν ἐπ’ εὐθείας. ἄμφω γάρ, τὸ τόδε ἔστι καὶ τὸ τόδε εἶναι (σημαίνει δὲ τὸ τόδε ἔστι καὶ τὸ τόδε εἶναι τὸ καλὸν ἢ τὸ αἰσχρὸν οὐχὶ καθ’ ὅ εἰσι καλὰ τῇ ἑαυτῶν φύσει οὐδὲ καθ’ ὅ εἰσιν αἰσχρὰ τῇ ἑαυτῶν φύσει, ἀλλὰ οὔτε φύσει ἔχουσι τὸ καλὸν οὔτε τὸ αἰσχρόν, ἀλλὰ τῇ τοιᾷδε συντάξει καὶ συνθέσει ἔχουσι τὸ καλὸν ἢ τὸ αἰσχρὸν ἢ τὸ τόδε ἔστι καὶ τὸ τόδε εἶναι), ταῦτα μὲν σημαίνουσιν ἤτοι τὸ καλὸν καὶ τὸ αἰσχρόν, ἀλλὰ τῷ ἑτέρῳ μὲν αὐτῶν μᾶλλον μέν ἐστιν οἰκεῖον καὶ καλὸν τὸ λαβεῖν ἐπ’ εὐθείας, ἧττον δὲ καλὸν καὶ ἀνοίκειον τὸ λαβεῖν ἐπὶ αἰτιατικῆς, καὶ μᾶλλον τοὐναντίον· πάλιν τῷ ἑτέρῳ μέν ἐστι καλὸν καὶ οἰκεῖον τὸ λαβεῖν ἐπὶ αἰτιατικῆς, ἧττον δὲ καλὸν τὸ λαβεῖν ἐπ’ εὐθείας. [b 17] τὰς δὲ μεταφορὰς ὀφείλομεν κομίζειν ἀπὸ καλῶν λέξεων ἢ τῇ φωνῇ ἢ τῇ δυνάμει ἢ τῇ ὄψει. καλὸν μέν ἐστι τῇ δυνάμει ἤτοι τῇ ἀναλογίᾳ καὶ τῇ φύσει τοῦ πράγματος, ὥσπερ λέγομεν ποιμένα λαῶν τὸν βασιλέα διὰ τὸ ἔχειν τὴν αὐτὴν δύναμιν πρὸς τὸν ποιμένα τῶν προβάτων· ὡς γὰρ ὁ βοσκὸς ἡγεῖται τῶν προβάτων, οὕτω καὶ ὁ βασιλεὺς τοῦ λαοῦ ἡγεῖται. ἢ καλὸν τῇ ὄψει, ὥσπερ τὸ ῥόδον κάλλιόν ἐστι καὶ ἡδὺ τῇ ὄψει παρ’ ὃ τὸ φοινικοῦν· καὶ διὰ τοῦτο, εἰ μετακομίσομεν μεταφορικῶς τῇ ἠοῖ ὄνομα ἀπὸ τοῦ ῥόδου, κάλλιόν ἐστι παρ’ ὃ ἀπὸ τοῦ φοινικοῦ, οἶον ῥοδοδάκτυλος ἠώς. ἡδὺ δὲ τῇ φωνῇ ἤτοι τῇ ἐκφωνήσει, ὅταν οὐ τραχεῖά ἐστι διὰ τὴν σύγκρουσιν τῶν συμφώνων καὶ λυποῦσα τὸν λέγοντα αὐτὴν ὡς μὴ δυνάμενον ῥᾳδίως ἐκφωνῆσαι, ὡς τὸ μισγάγκεια καὶ ἀταρπός· ὥστε δεῖ τὰς μεταφορὰς μετα φέρειν καὶ μετακομίζειν ἀπὸ ὀνομάτων καλῶν ἢ τῇ φωνῇ ἢ τῇ ὄψει ἢ τῇ δυνάμει ἤτοι τῇ σημασίᾳ καὶ τῇ ἀναλογίᾳ. [b 21] καὶ τὰ ἐπίθετα ὀφείλομεν μεταφέρειν ἀπὸ καλῶν, εἰ ἐπαινοῦμέν τινα, καὶ ἐπιτιθέναι τοῖς πράγμασιν ἢ ἀπὸ φαύλων ὀφείλομεν μεταφέρειν αὐτά, εἰ ψέγομεν· οἷον τὸν Ὀρέστην ψέγοντες μὲν ἐπιθήσομεν αὐτῷ ὄνομα τὸ μητροφόντης ἀπὸ φαύλου ἔργου ἤτοι τοῦ φονεῦσαι τὴν μητέρα, ἐπαινοῦντες δὲ ἐπιθήσομεν αὐτῷ ἐπίθετον ὄνομα ἀμύντωρ πατρὸς ἀπὸ ἔργου καλοῦ τοῦ βοηθῆσαι πατρί. [b 24] ὁ Σιμωνίδης ἦν λυρικός· καὶ οἱ τρέχοντες μετὰ ἵππων ἢ ἡμιόνων καὶ [μὴ] νικῶντες κατηνάγκαζον αὐτὸν καὶ ἠξίουν στιχί ζειν, καὶ εἰ μὲν ἔδωκαν αὐτῷ πολλά, ἐποίει, εἰ δὲ μή. παρῃτεῖτο· οἷον καί τις νικήσας ἐν τῷ δραμεῖν μετὰ τῶν ὀρέων ἡμιόνων ἠξίωσεν αὐτὸν ἐπαινέσαι διὰ στίχων τοὺς ὀρεῖς καὶ ταῦτα μὴ δοὺς μισθὸν τοῦ κόπου, ὁ δὲ οὐκ ἠθέλησε λέγων ἡμιόνους οὐ δύναμαι ἐπαινεῖν· ἐξ ὄνου γὰρ ἔχουσι τὴν γένεσιν. ψέγων γοῦν τοὺς ὀρεῖς πρὸς τὸν ὄνον ἀπιδὼν ἀπὸ τοῦ χείρονος ἤτοι τοῦ ὄνου εἶπεν αὐτοῖς ἐπίθετον τὸ ἡμίονοι. ἐπὰν δὲ ἔλαβε μισθόν, καὶ θέλων αὐτοὺς ἐπαινέσαι θυγατέρας ἵππων αὐτὰς εἶπεν ἀπὸ τοῦ κρείττονος ἤτοι τοῦ ἵππου, σιγήσας τὸ καὶ ἐξ ὄνων γεννηθῆναι. [b 27] ἀελλόποδες λέγονται οἱ ποδήνεμοι, οἱ ταχεῖς, ἐκ τοῦ ἄελλα. ἔτι συμβάλλεται εἰς τὸ ψέγειν καὶ τὸ ὑποκορίζειν καὶ εἰς τὸ ἐπαινεῖν· ὁ γὰρ ὑπο κορισμὸς σμικρύνων τὸ μεῖζον ἀγαθόν, οἷον ἀρετίδιον, ψέγει καὶ πάλιν σμικρύνων τὸ μεῖζον κακὸν ἐπαινεῖ αὐτό. [b 30] ὁ Ἀριστοφάνης δρᾶμα ἐποίησεν εἰς τοὺς Βαβυλωνίους. [b 33] καὶ παρατηρεῖν ἐν ἀμφοτέροις ἤτοι καὶ ἐν τῇ μειώσει τοῦ ἀγαθοῦ καὶ ἐν τῇ ὑποκορίσει καὶ ἐν τῇ τοῦ κακοῦ ὑποκορίσει τὸ μέτριον· οὐ δεῖ γὰρ ὑπερβολικοὺς καὶ μεγάλους ποιεῖν τοὺς ὑποκορισμούς, ἀλλ’ οὐ πυκνοὺς ποιεῖν ἐν τῷ λόγῳ.

---

Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4026.tlg001.local001/.
