Ancient Greek · ~2 min
Chapter 103
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 103
Not analysed yet
p. 97 a11 Πρῶτον μὲν οὖν τοῦτο ψεῦδος. Οὐκ εἴ τί τινος διαφέρει, ἕτερον τοῦτο εὐθὺς ἐκείνου· τὸ γὰρ ἕτερόν τινος οὐ κατὰ πᾶσαν διαφορὰν ἕτερον (πολλὰ γὰρ ὁμοειδῆ ὄντα ἀλλήλοις διαφέρει ἀλλήλων) καὶ οὐχ ὑγιὲς ἁπλῶς τὸ τὰ διαφέροντα ἀλλήλων ἕτερα εἶναι, ἀλλὰ δεῖ προσκεῖσθαι τὸ κατ᾿ οὐσίαν. τὰ γὰρ κατ᾿ οὐσίαν καὶ διαφορὰν εἰδοποιὸν διαφέροντα ἕτερα, οὐ τὰ καθ’ ἡντιναοῦν· ἐπεὶ καὶ κατὰ τὰ συμβεβηκότα μυρίαι διαφοραὶ ἐν τοῖς ὁμοειδέσιν, ἀλλ᾿ οὐ διὰ τοῦτο ἕτερα ἀλλήλων <· εἰ γὰρ ἕτερα ἀλλήλων>, καὶ οἱ λόγοι αὐτῶν καὶ ἡ οὐσία ἕτερα.