Ancient Greek · ~3 min
Chapter 114
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 114
Not analysed yet
p. 97 b28 Διὸ δεῖ ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου μεταβαίνειν. Καθ' ἕκαστα λέγει οὐ τὸ τὶ καὶ τὸ ὄντως ἄτομον (μαχόμενα ἂν λέγοι τοῖς προειρημένοις) ἀλλὰ τὸ ἄτομον εἶδος· τοῦτο γὰρ ἐν τοῖς ὁριστοῖς τὸ καθ’ ἕκαστον· ὡς γὰρ ὁριστὸν καὶ καθ' ἕκαστον, οὐχ ἁπλῶς. ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἢ ἐν τοῖς ἀδιαφόροις· τὰ γὰρ μηκέτι εἰς εἴδη διαιρούμενα ἀδιάφορα κατὰ τὰς κυρίως διαφοράς. ῥᾷον δ' ὁρίσασθαι τὸ ἄτομον εἶδος, ὁτι τὰ καθ' ὧν τοῦτο κατηγορεῖται φανερώτερά εἰσι τῶν εἰδῶν ὧν τὸ γένος κατηγορεῖται. ἀπὸ δὲ τῆς τῶν ὑποκειμένων κοινότητος καὶ ταυτότητος ἐδείχθη ἀθροιζόμενος ὁ ὁρισμὸς τῶν κατηγορουμένων. εἰ δὴ γνωριμέτεροι οἱ τῶν εἰδῶν ὁρισμοὶ ἢ οἱ τῶν γενῶν, ἀπὸ τῶν εἰδῶν χρὴ μεταβαίνειν ἐπὶ τὸν τῶν γενῶν ὁρισμὸν καθ' ὃν εἴρηται τρόπον, οὐκ ἄνωθεν διαιρουμένους ἀλλὰ κάτωθεν συντιθέντας.