Ancient Greek · ~4 min
Chapter 121
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 121
Not analysed yet
p. 98a35 Περὶ δ᾿ αἰτίου καὶ οὗ αἴτιον ἀπορήσειεν ἄν τις. Ἤδη μὲν περὶ τοῦ συνυπάρχειν τὰ αἴτια τοῖς αἰτιατοῖς εἶπεν· ἔδειξε γὰρ τῶν μὲν ὄντων ὄντα, τῶν δὲ γεγονότων γεγονότα, τῶν δ᾿ ἐσομένων ἐσόμενα καὶ τῶν γινομένων γινόμενα τὰ αἴτια. νῦν δὲ ἀπορίαν τινὰ κινεῖ τοιαύτην περὶ αὐτοῦ τούτου· κεῖται καὶ δέδεικται ὅτι τὸ αἴτιον μέσος ὅρος ἐστὶν ἐν ἀποδείξει· ἀλλὰ μὴν καὶ τοῦτο ὡμολόγηται, ὅτι ὄντος τοῦ μέσου πᾶσα ἀνάγκη καὶ τὸ συμπέρασμα εἶναι, ὥστ᾿ ὄντος τοῦ αἰτίου καὶ τὸ αἰτιατόν, ὅπερ ἐστὶ τὸ συμπέρασμα, ἀναγκαῖον εἶναι. τούτου κειμένου ζητεῖ εἰ ἀντιστρέφει, ὡς καὶ τοῦ αἰτιατοῦ ὄντος, ὅπερ ἦν τὸ συμπέρασμα, ἐξ ἀνάγκης καὶ τὸ αἴτιον εἶανι, ὃ ἦν μέσον. ἔστι δὲ ἡ λύσεις ὅτι, εἰ μὲν μὴ συνυπάρχει τῷ αἰτιατῷ ὄντι τὸ τεθὲν αὐτοῦ καὶ ληφθὲν αἴτιον, ἄλλο ἂν αὐτοῦ καὶ οὐκ ἐκεῖνο αἴτιον εἴη· δεῖ γὰρ ὄντος τοῦ αἰτιατοῦ εἶναι τὸ αἴτιον δι' ὃ τοῦτό ἐστιν· εἰ δὲ συνυπάρχοι, κύκλῳ ἡ δεῖξις ἔσται, καὶ ἔσται τὸ αὐτὸ ποτὲ μὲν αἴτιον ποτὲ δὲ αἰτιατόν.