Ancient Greek · ~6 min
Chapter 125
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 125
Not analysed yet
p. 99 a1 Πότερον δ᾿ ἐνδέχεται μὴ τὸ αὐτὸ αἴτιον εἶναι. Δείξας ὅτι τὸ αὐτὸ τῷ αὐτῷ οὐχ οἷόν τε διὰ πλειόνων ὑπάρχειν αἰτίων (τὸ γὰρ καθόλου ᾧ πρώτῳ ὑπάρχει, δι᾿ ἑνὸς αἰτίου ὑπάρχει· δι᾿ οὗ δὲ τούτῳ, διὰ τούτου καὶ ἑκάστῳ τῶν ὑπὸ τοῦτο) νῦν ὃ παρέθετο παράδειγμα, πρὸς τὸ δύνασθαι τὸ αὐτὸ πλείοσί τισιν ὑπάρχειν διὰ διαφόρων αἰτίων ζητεῖ πῶς ἔχει καὶ εἰ οἷόν τε τοῦτο. οἷον εἰ τὸ ζῷον δι᾿ ἄλλου μὲν μέσου ἀνθρώπῳ, δι᾿ ἄλλου δ᾿ ἀετῷ δείκνυται ὑπάρχον· τοῦ γὰρ τὸ ζῷον ὑπάρχειν οἷς ὑπάρχει δόξει πλείω εἶναι τὰ αἴτια· τοῖς μὲν γὰρ τὸ πτηνόν, τοῖς δὲ τὸ πεζόν, τοῖς δὲ τὸ ἔνυδρον. λύων δὴ τοῦτο καὶ τὸ διττὸν τοῦ αἰτίου ἐνδεικνύμενος (οὐ γὰρ πάντως τὸ τοῦ συμπεράσματος αἴτιον καὶ τοῦ πράγματός ἐστιν αἴτιον) τοῦτο δὴ δεικνὺς λέγει ὅτι, εἰ μὲν καθ᾿ αὑτὸ ἀποδέδεικται, τουτέστιν εἰ διὰ τοῦ αἰτίου, ὃ τοῦ πράγματός ἐστιν αἴτιον, ἡ δεῖξις εἴη γινομένη, τὸ αὐτὸ αἴτιον ἀνάγκη ἐπὶ πάντων λαμβάνεσθαι οἷς δείκνυται τὸ αὐτὸ ὑπάρχον. οὗ τὴν αἰτίαν παρέθετο, ἣν ἔδειξεν ἤδη, εἰπὼν ‘ὁρισμὸς γὰρ τοῦ ἄκρου ἐστὶ τοῦ κατηγορουμένου καὶ τοῖς πλείοσιν ὑπάρχοντος ἡ αἰτία |δι᾿ ἧς δείκνυται, καὶ οὗτος ὁ μέσος ὅρος᾿· ἡ γὰρ τοιαύτη αἰτία ἰατὰ κοινόν τι καὶ ταὐτὸν τοῖς πλείοσιν ὑπάρχει. εἰ δὲ μὴ εἴη ἀποδεικνύμενον διὰ τοῦ αἰτίου ἀλλὰ διὰ σημείου ἢ διὰ συμβεβηκότος μέσου λαμβανομένου, ἐνδέχεται ἄλλῳ δι᾿ ἄλλου τὸ αὐτὸ ὑπάρχον δείκνυσθαι.