Ancient Greek · ~2 min
Chapter 133
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 133
Not analysed yet
p. 99a35 Ἅπαντα δὲ ἀντιστρέφει καὶ παρεκτείνει. Τουτέστι τοῦτο γὰρ νῦν λέγω καθόλου. τοῦ γὰρ καθόλου κατηγορουμένου τὸ μὲν ἐπ' ἴσης ἐστίν, ὃ καὶ ἀντιστρέφει· καὶ εἷπε πρῶτον δὲ καθόλου ᾧ ἕκαστον μὲν οὐκ ἀντιστρέφει, ἅπαντα δ' ἀντιστρέφει· τοῦτο δ' ἐστὶν ὃ μὴ διὰ μέσου τινὸς ἀλλὰ πρῶτον κατηγορεῖται· τὸ δὲ μὴ ἐπ' ἴσης καθ' αὑτὸ μέν, οὐ μὴν πρώτως ἀλλὰ διὰ μέσου.