Ancient Greek · ~5 min
Chapter 142
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 142
Not analysed yet
p. 99 b32 Ἀνάγκη ἄρα ἔχειν υέν τινα δύναμιν. Λύων τὴν ἀπορίαν τῷ μὲν ἐκ γενέσεως ἡμᾶς ἔχειν τὴν γνῶσιν τῶν ἀρχῶν ὡς ἀτόπῳ <οὐ> συγχωρεῖ, πῶς >δ᾿> ὕστερον αὐτὴν ἀναλαμβάνομεν, πειρᾶται λέγειν. καὶ ἐπεὶ ἀδύνατον μὴ προὑπαρχούσης τινὸς γνώσεως μάθησίν τινα γενέσθαι, ἄτοπ[ον δὲ καὶ τὸ τῶν ἀρχῶν ἀεί τινας ἀρχὰς εἶναι μᾶλλον γνωρίμους τῶν μετ' αὐτάς, πῶς καὶ ἐνυπαρχούσης τινὸς ἡμῖν γνώσεως ἡ τῶν ἀρχῶν ὕστερον ἐγγίνεται γνῶσις καὶ οὐκ ἐπ' ἄπειρον τοῦτο πρόεισι, λέγει. ἀνάγκη γὰρ ἔχειν μέν τινα δύναμιν ἡμᾶς προϋπάρχουσαν τῆς τῶν ἀρχῶν γνώσεως, ἀφ' ἧς ἡ γνῶσις ἡ τούτων γίνεται ἀδύνατον γὰρ ἄλλως), μὴ τοιαύτην δ' εἶναι ταύτην ἡ ἔσται τούτων τιμιωτέρα τῷ ἀκριβεστέρα εἶναι, ὥσπερ ἐστὶν τῶν ἀρχῶν τῆς ἐπιστήμης γνῶσις τιμιωτέρα τῶν <ὧν> μετ' αὐτὴν καὶ δι' ἐκείνων γίνεται γνῶσις. ἡ μὲν γὰρ τοιαύτη ἀρχή, δι' ης τι δείκνυται, κυριωτέρα πρὸς γνῶσιν καὶ ἀκριβεστέρα τοῦ δι' ἐκείνης γνωρίμου γινομένου· ἡ δ' οὕτως οὖσα ἀρχὴ ὡς δύναμίς τις ὑποβεβλημένη καὶ ὕλης λόγον ἐπέχουσα πρὸς τὰ συνιστάμενα ἐξ αὐτῆς τε καὶ ἐπ' αὐτῇ οὐκ ἔστιν ἀκριβεστέρα τοῦ ἐπ' αὐτῇ γινομένου τε καὶ συνισταμένου οὐδὲ κατὰ τοῦτο τιμιωτέρα οὐ γὰρ ἀκριβέστερον τὸ ἀτελὲς τοῦ τελείου, ὅτι μηδ' ἡ ὕλη τοῦ εἴδους.