Ancient Greek · ~7 min
Chapter 144
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 144
Not analysed yet
p. 100 a6 Ἔκ δὲ ἐμπειρίας ἠρεμήσαντος τοῦ καθόλου. Ἠρεμήσαντος τοῦ καθόλου ἀντὶ τοῦ ‘κατὰ ταὐτὸ καὶ ὑσαύτως αὐτοῦ μείναντός τε καὶ νοηθέντος καὶ μὴ ὡς ἐπὶ πολλὰ τὴν μετάβασιν ἔχοντος ἀλλ' ὡς ἑνὸς μείναντος ἐν τῇ ψυχῇ'. τί δ' ἐστὶ τὸ καθόλου, ἐξηγησόμεθα· τὸ γὰρ ἓν ἐπὶ πᾶσι τοῖς καθ' ἕκαστα καὶ πολλοῖς κατὰ τὴν ὁμοιότητα κα]τ ταυτότητα τὰν ἐν αὐτοῖς ληφθεῖσαν ἐν τῇ ψυχῇ, τοῦτό ἔστι τὸ καθόλου. ὃ καθόλου τέχνης ἀρχὴ καὶ ἐπιστήμης γίνεται. ἡ μὲν γὰρ ἐμπειρία ἀπαγὴς ἔτι· ἡ δὲ καθόλου πρότασις πεπηγυῖά τε καὶ ἐπὶ ταὐτοῦ μένουσα καὶ ἐκ τῆς τῶν ὑπ' αἴσθησίν τε καὶ μνήμην ἐλθόντων ὁμοιότητος καὶ τῆς ἐπὶ τούτοις ἐμπειρίας περί|ληψιν ὁμοίαν ποιουμένη καὶ τῶν ὁμοίων μὲν τουτοις οὐκ ἐληλυθότων δὲ εἰς αἴσθησιν ὡς †ἐν τῇ καὶ τούτοις πάντων ἐχόντων κατὰ τὴν ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον μετάβασιν. Περὶ γένεσιν μὲν οὖσα, τουτέστι περὶ γενητόν τε τε καὶ ποιητὸν οὖσα. ποιητὸν δ' οὐχ ἁπλῶς ἀλλ' ἡμῖν ποιητόν ἐστι τέχνης ἀρχή. Ἂν δὲ περὶ τὸ ὄν. ἤτοι λέγει περὶ ἀγένητον καὶ ἀίδιον καὶ οὐκ ἐν γενέσει τὴν ἐπιστήμην· ἐδείχθη γὰρ ὅτι αἱ ἐπιστῆμαι καὶ ἀποδείξεις περὶ ἀίδια. ἢ μᾶλλον ὂν ἂν λέγοι οὗ ὡς ὄντος ἡ ἀντίληψις ἐγένετο, οὐχ ὡς ὑφ' ἡμῶν γινομένου· ἡ γὰρ ἀπὸ τοῦ τοιούτου ἐκ τῆς μνήμης τε καὶ ἐμπειρίας τοῦ καθόλου μονὴ ἐπιστήμης ἀρχή. καὶ γὰρ φυσικὴ ἐπιστήμη καίτοι περὶ τὰ κινούμενα οὖσα καὶ περὶ γένεσιν· ἁπλῶς γὰρ ἡ μὲν τέχνη περὶ τὸ ὑφ' ἡμῶν γινόμενον, διὸ καὶ ἡ ἀρχὴ τοῦ εἶναι αὐτῇ ἐν ἡμῖν, ἡ δ' ἐπιστήμη περὶ τὰ μὴ ὑφ' ἡμῶν γινόμενα ἀλλ' ὄντα.