Ancient Greek · ~3 min
Chapter 29
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 29
Not analysed yet
p. 91b12 Ἀλλὰ μὴν οὐδ᾿ ἡ διὰ τῶν διαιρέσεων ὁδὸς συλλογίζεται, καθάπερ ἐν τῇ ἀναλύσει τῇ περὶ τὰ σχήματα εἴρηται. Ὅτι οὐδὲ διὰ τῆς διαιρετικῆς μεθόδου διὰ συλλογισμοῦ δείκνυται ὁ ὁρισμός, ὅτι μηδὲ συλλογίζεται ὁ διαιρέσει χρώμενος. ἐν μὲν γὰρ τῷ συλλογισμῷ τεθέντων τινῶν ἐξ ἀνάγκης ἕπεται τὸ δι᾿ ἐκείνων δεικνύμενον· ἐπὶ δὲ τῆς διαιρέσεως οὐδαμοῦ τοῖς τεθεῖσί τε καὶ ληφθεῖσιν ἐξ ἀνάγκης ἕπεται τὸ δεικνύμενον. ὥσπερ γὰρ ὁ ἐπακτικῶς τι δεικνὺς λαμβάνει μέν τινα δι᾿ ὧν δεικνύναι τι πειρᾶται, οὐ μὴν συλλογίζεται, διότι μὴ ἐξ ἀνάγκης τοῖς ληφθεῖσιν ἕπεται τὸ δεικνύμενον, οὕτω καὶ ἐπὶ τῆς διαιρέσεως ἔχει. οὐ γὰρ δεῖ τὸ διὰ συλλογισμοῦ δεινύμενον συμπέρασμα ἐρωτᾶσθαι καὶ τῷ συγχωρεῖσθαι ὑπό τινων τίθεσθαι· καὶ γὰρ συλλογισμοῦ συμπλερασμα ἐξ ἀνάγκης δεῖ ἕπεσθαι.