Ancient Greek · ~5 min
Chapter 31
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 31
Not analysed yet
p. 911321 Διαφέρει δ’ οὐδὲν ἐπὶ πολλῶν ἢ ὀλίγων οὕτω ποιεῖν. Ὅτι οὐ μόνον οὐ δεικνύουσι διὰ συλλογισμοῦ τὸν ορισμόν, ὅν οὐδ’ ἄλλως οἶόν τε δεῖξαι διὰ συλλογισμοῦ, ὡς προείρηται, ἀλλ’ οὐδὲ τὰ δυνα τὰ μὲν διὰ. συλλογισμοῦ δείκνυσθαι ὑπάρχειν τῷ ἀνθρώπῳ διὰ συλλογισμοῦ δεικνύουσιν ὑπάρχειν, ἀλλὰ λαμβάνουσιν ἀσυλογίστως. ἀσυλλογίστως γὰρ λαμβάνοντες τὰ ἐξ ὦν ὀ ὁρισμὸς χρῶνται αὐτοῖς πρὸς τὴν σύνθεσιν τοῦ ὁρισμοῦ δυναμένοις διὰ συλλογισμοῦ λαμβάωεσθαι· ἕκαστον γοῦν τῶν ἐν τῷ ὁριστικῷ λόγῳ τοῦ ἀνθρώπου διὰ συλλογισμοῦ ἔστι δεῖξαι ὑπάρχον τῷ ἀνθρώπῳ. ἐπὶ τύτοις ὅτι τὸ λομβανόμενον καὶ συντιθέμενον <ἐκ> τῶν τὴν διαίρεσιν δοθέντων μὴ δείκνυται ὁρισμὸς εἶναι. λέγει γὰρ τί κωλύει τοῦτο ἀληθὲς μὲν εἶναι τὸ πᾶν, τουτέστι τί χωσύει ταῦτα, ὦν ἕκαστον κατ’ ἰδίαν ἐλήθφθη τῷ ἀνπρώπῳ ὑπάρχον, καὶ ἅμα ἀληρεύεσθαι κατὰ τοῦ ἀνθρώπου, μὴ μέντοι τὴν σύθεσιν αὐτῶν ῥισμὸν εἶναι τοῦ ἀνθρώπου; Προσθεῖναι τὸ ἐν τῇ τοῦ ζῷου διαιρέσει τὸ ἀρρεν καὶ τὸ θῆλυ λαβεῖν ἢ ἂλλην τινὰ ἐναντέωσιν κατὰ τὴν ὕλην ἢ κατά τι συμβεβηκὸς οὖσαν ἀλλ’ οὐ κατ6 εἶκος. ἀφεῖναι, εἰ τὸ ζῷον εἰς πεζόν τε ἰαὶ ἔνυδρον τέμοι· οὖτος γὰρ τὸ πτηνὸν παρέλιπεν. εἰς δίπουν καὶ πολύπουν ὐπερβῇ τὸ πεζόν.