Ancient Greek · ~5 min
Chapter 34
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 34
Not analysed yet
p. 92a6 Ἀλλ᾿ ἆρα ἔστι καὶ ἀποδεῖξαι τὸ τί ἐστι κατ᾿ οὐσίαν. Ζητεῖ εἰ οἷόν τε τὸν ὁρισμὸν ἐξ ὑποθέσεως συλλογίσασθαί τε καὶ δεῖξαι. τὸν δὲ ὁρισμὸν τὸ τί ἐστι κατ᾿ οὐσίαν εἶπε. τὸ γὰρ πρὸς τῷ ἐν τῷ τί ἐστι κατηγορεῖσθαί τινος καὶ τὴν οὐσίαν σημαῖνον αὐτοῦ ὁρισμός ἐστιν ἐκείνου· ὁ γὰρ ὁρισμὸς ἡ ἐκάστου οὐσία καὶ τὸ εἶναι. ἐξ ὑποξέσεως δὲ εἶπεν οὐ τὸ δι᾿ ὑποθετικοῦ συλλογισμοῦ, ἀλλὰ διὰ τοῦ ὑποθέσθαι τινὰ καὶ τούτοις πρὸς τὴν δεῖξιν χρήσασθαι. ἔστι δ᾿ ὃ λαμβάνει καὶ ὑποτίθεται τὸ τὸν ἐκ τῶν <ἐν τῷ> τί ἐστι κατηγορουμένων ἰδίων λόγον τουτέστι τὸν ἐκ τῶν <ἐν τῷ> τί ἐστι κατηγορουμένων ἰδίων λόγον τούτου ὁρισμὸν εἶναι. ὃ εἶναι τοῦ τί ἐστιν ὁρισμὸν ὑποτίθεται ἀλλὰ οὐκ ἀποδείκνυσιν. ᾧ εἰ προσληφθείη ῾ὅδε τοῦδε ἴδιός ἐστι λόγος ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων᾿, συνάγοιτ᾿ ἂν ῾τόδε τοῦδε ἄρα ὁρισμός ἐστιν᾿. ἀλλὰ πάλιν τὸ ἐν ἀρχῇ αἰτεῖται· ταὐτὸν γὰρ λαμβάνει τὸν μέσον τῷ μείζονι· οὐδὲν γὰρ διαφέρει εἰπεῖν ῾τόδε τοῦδε ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων ἴδιόν ἐστι᾿ τοῦ εἰπεῖν ῾τόδε τοῦδε ὁρισμός ἐστι᾿. δείκνυσι δὲ τι καὶ ἄλλο ἄτοπον τῇ τοιαύτῃ δείξει ἑπόμενον, ὅτι γὰρ μὴ ὑπόθεσις ἐν τῷ συλλογισμῷ δεόντως λαμβάνετια.