Ancient Greek · ~3 min
Chapter 36
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 36
Not analysed yet
p. 92a20 Κἂν ἐξ ὑποθέσεως δὲ δεικνύῃ, οἷον εἰ τῷ κακῷ ἐστι τὸ διαιρετῷ εἶναι. Ὅτι μηδὲ ὁ ὑποθετικῶς δεικνύναι καὶ συλλογίζεσθαι πειρώμενος ὁρισμὸν ὃ βούλεται ποιεῖ· τὸ γὰρ ἐξ ὑποθέσεως νῦν τὸ ὑποθετικῶς λέγει. καὶ γὰρ ἡ τοιαύτη δεῖξις τὸ ἐν ἀρχῇ λήψεται. θέλων γὰρ τις δεῖξαι, ὅτι δι᾿ ἀποδείξεως ὁρισμὸς δείκνυται, εἰς τὴν αὐτοῦ τούτου δεῖξιν ὁρισμόν τινος λαμβάνει ἄνευ ἀποδείξεως· ὃν εἰ βούλοιτο πάλιν δεῖξαι διὰ συλλογισμοῦ, οὐκ ἄλλως δείξει ἢ διὰ τοῦ πάλιν ὁρισμόν τινος αἰτήσασθαι καὶ λαβεῖν, καὶ τούτου γε οὖ ὁρισμὸν δοκεῖ διὰ τούτου δεδειχέναι. λαβὼν γὰρ λαβὼν γὰρ τοῦ ἀγαθοῦ ὀρισμός ἐστι τὸ ἀδιαίρετον, οὅτω πάλιν δείξει τοῦ κακοῦ λόγον ὅντα τὸ διαιρετόν· δι’ ἀλλήλων ἄρα.