Ancient Greek
Chapter 41
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 41
Not analysed yet
p. 92 b 15 Τί μὲν γὰρ σημαίνι τὸ τρίγωνον, ἔλαβεν ὀ τρης, ὅτι δ’ ἔστι δείκνυσι. Λαβὼν ὅτι ἀπόδειξίς ἐστι τοῦ ὅτι ἔστι δεικτική, ἕχων δὲ ὅτι καὶ ὁ ορισμὶς καὶ ἡ ἀπόδειξις ἑκάτερον αὐτῶν τίνος ἐστίν, ἐστίν, ἐπὶ τούτοις λέγει τί οῦν δείξει ὁ ὁριζόμενος τί ἐστίν; ἢ τὸ τρίγωνον; ὄ ἴσον ἐστὶ <τῷ> τί οῦν δείκνυσιν ὁ ὁριζόμενος καὶ τὸ τί ἐστιν ἀποδιδούς τινος; ἢ τὸ τί ἐστιν ἐχεῖνο ὃ ὁρίζεται; ὁ γὰρ τὸ τρίγωνον ὁριζόμενος τί ἐστι τὸ τρίγωνον λέγει, ἀλλ’ οὐχ ὅτι ἔστιν· ἄλλο γὰρ ἐκεῖνο δι’ ἀποδείξεως δεικνύενον’. καὶ τὸ ἀκολουθουν ἀτοπον ἐριφέρει· ὅ τις δρισμῷ ὁρισμῷ οἶδεν, ὅτι ἕστι τοῦτο, οὐκ εἴστεται· ἄλλη γὰρ ἡ τοῦτο δεικνύουσα· κτῦτο δ’ ἀδύνατον, ὃ μὴ οἶδέ τις εἰ ἔστι, τοῦτο τί ἐστιν εἰδέναι.