Ancient Greek · ~3 min
Chapter 43
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 43
Not analysed yet
p. 92 b 24 ’Αλλ’ ἀεὶ ἔφεστι λέγειν τὸ διὰ τί. εἰ ἄρα ὁ ὁριζόμενος δείκνυσιν ἢ τί ἐστιν ἢ τί σημαίνει τοὔνομα καὶ τὰ ἑξῆς. Δείξας, ὅτι οὐκ ἔστιν ὁ ὁρισμὸς τοῦ εἶναι τὸ τρᾶγμα τὸ ὁριστὸν δει κτικός τε καὶ γνωστικός, λαμβάνει ὡς ἑπόμενον τούτῳ τὸ μὴ εἶναι τὸν ὁρισμὸν πράυματός τινος δηγωτικὸν ἀλλὰ τοῦ λαμβανομένου τί σημαίνει τὸ λεγόμενον, ὡς εἶναι αὐτὸν λόγον ὀνόματι ταύτὸν σημαίνοντα. εἰ γὰρ δεῖ μὲν τὸν ὀριζόμενον ἢ τί ἐστι τὸ πρᾶγμα δεικνύναι η τι σημαινει τοὔνομα λέγειν, οὐ δείκνυσι δὲ τί ἐστι τὸ πρᾶγμα Ι τῷ τὴν αρχὴν μὴ εῖναι δι’ ὁρισμοῦ εἰδέναι ὅτι ἔστι, τὸ καταγειπόμενον ἂν εἴη μηυντικὸς λόγος τοῦ τί σημαίνει τοὔνομα, ὅπερ ἄτοπον δείκνυσιν.