Ancient Greek · ~3 min
Chapter 45
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 45
Not analysed yet
p. 92 b 35 ’Εx μὲν τοίνυν τούτων οὔτε ὁρισμὸς καἰ συλλογισμὸς φαίνεται ταὐτὸν ὄν καὶ τὰ ἐξπης. Τὰ δεδειγμένα ἀνακεραλαιοῦται, ὄτι τε μὴ ταὐτὸν συλλογισμὸς καὶ ὁρισμός (†ὃ ἂν ἐναργὲς ἔλαβεν· ἄλλος γὰρ ἐκατέρου αὐτῶν λόγος) καὶ ὄτι μὴ τοῦ τοῦ συλλογισμὸς καὶ ὁρισμός, εἴ γε ὁ μὲν τοῦ τί ἐστιν, δ δὲ τοῦ ὄτι ἐστιν. ἂ πρῶτα ἔδειξε διὰ τοῦ μήτε τὸ διὰ συλλογισμοῦ δεικνύμενον δι’ ὁρισμοῦ δείκνμσθαι μήτε, οὖ ἐστιν ὁρισμός, τοῦτο καὶ συλλογισμοῦ δείκνυσθαι. ἀλλὰ καὶ ὅτι ὅτι μήτε ὁ ὁρισμὸς αὐτὸς ἢ ἀ\ποδείκνυσί τι ἢ ὅλως δείκνυσιν· οὔτε γὰρ εῖναι τὸ πρᾶγμα ἀποδείκνυσιν, οὔθ’ ὅτι ἐκείνου ἐστὶν οὖ ἀποδίδοται δείδνυσι. διὸ οὔτε ὁρισμῷ ἔστι γνῶναι ὅτι τόδε τοῦδε ὀρισμός οὐδὲν γὰρ δείκνυσιν ὁ ὁρισμός) οὔτε ἀποδείξει, ἐπεὶ μή ἐστιν ἀπόδειξις τοῦ τί ἐστιν, ὡζ δέδεικται· πᾶσα γὰρ τοῦ ὅτι ἔστι.