Ancient Greek · ~3 min
Chapter 49
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 49
Not analysed yet
p. α 15 Ἀλλ’ ἔστι λογικὸς συλλογισμὸς τοῦ τί ἐστιν. Λογικὸν συλλογισμὸν τὸν μὴ ἀποδεικτικὸν ἀλλὰδιαλεκτικόν τε καὶ δι’ ἐνδόξων συνάγοντα εἴωθε λέγειν. ιἰπὼν δὲ τὴν τοιαύτην δεῖξιν λογικὴν εἶναι ἀλλ’ οὐκ ἀποδεικτικὴν ἐξῆς προτίθεται φητῆσαι, εἰ ὅλως ἐνδέχεται, πῶς λαὶ τίνα πρόπον. καὶ ὐπομνήσας ἡμᾶς τῶν κατ’ ἀρχὰς εἰρημένων ἀποδείξει κατὰ τὴν πρὸς αὐτὰ ἀκολουθίαν, ὅτι ἀπόδεξιν μὲν οὐχ οἶόν τε ὁρισμοῦ γενέσθαι, ἔστι μέντοι δι' ἀποδείξεως τρόπον τινὰ ὁρισμὸν εὐρεῖν. καὶ τοῦτο δ’ ἦν ἠπορημένον, πῶς οἶόν τε δείκνυσθαι τὸ τί ἦν εἶναι· ἐδόκει γὰρ ἄτοπον εἶναι τοῦτο. μέλλων δὲ περὶ τούτου ζητεῖν τε καὶ λέγειν πρῶτον ἡμᾶς τῶν κατ ἀρχὰς εἰρημένων ὑπομιμνήσκει χρησίμων αὐτῷ πρὸς τὴν τοῦ προκειμένου θεωρίαν ἐσομένων· διὸ καὶ προσέθηκε τὸ Ι εἰπόντες πάλιν ἐξ αρχης.