Ancient Greek · ~3 min
Chapter 54
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 54
Not analysed yet
p. 93a35 Οταν δ' εὕρωμεν, ἅμα τὸ ὅτι καὶ τὸ διότι ἴσμεν. Τῷ ὅταν δ' εὕρωμεν, ἅμα τὸ ὅτι καὶ τὸ διότι προσέθηκε τὸ ἂν διὰ μέσων ᾖ δηλωτικὸν <ὂν> τοῦ ἂν δι' οἰκείων καὶ αἰτίων μὴ συμπεράσματος μόνον ἀλλὰ καὶ τοῦ πράγματος'· ταῦτα γὰρ κυρίως μέσα. ἡ γὰρ διὰ τοιούτων μέσων, ἅ καὶ κυρίως ἐστὶ μέσα, γνῶσις τοῦ ὅτι ἔστιν ἄμα γνῶσίς ἐστι καὶ τοῦ διὰ τί ἐστιν. ἀλλὰ καὶ τοῦ τί ἐστι γνῶσίς ἐστιν, ὡς ἐρεῖ· ὁ γὰρ τοιοῦτος ὁρισμός ἐστι τοῦ ἑτέρου τῶν ἀκρων. εἰ δὲ μὴ διὰ μέσυ, τουτέστιν εἰ δὲ μὴ δι' αἰτίου ἀλλὰ διά τινος συμβεβηκότος ἔχομεν γὰρ] γνῶσιν τοῦ τῷ ἑτέρῳ ἄκρῳ τὸ ἕτερον ὐπάρχειν, μόνον τὸ ὅτι ἔστιν εἰσόμεθα, οὐκέτι δὲ τὸ διὰ τί ἐστιν οὐδὲ τὸν ὁρισμὸν ἕξομεν.