Ancient Greek · ~5 min
Chapter 57
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 57
Not analysed yet
p. 93 b 16 Ὥστε συλλογισμὸς μὲν τοῦ τί ἐστιν οὐ γίνεται οὐδὲ αποοειςις. Ὅτι ἀπόδειξις μὲν οὐκ ἔστι τοῦ τί ἦν εἶναι, γίνεται δὲ γνώριμον ἐν τῇ τοῦ ὅτι ἔστι διὰ τῆς αἰτίας ἀποδείξει, ἥτις ἐστὶ καὶ κυρίως ἀπόδειξις· ἡ γὰρ προσεχὴς αἰτία καὶ ἡ πρώτη καὶ οἰκεία τῆς τοῦ ὅτι δείξεως διὰ τοῦ ὁρισμοῦ καὶ τοῦ τί ἦν εἶναι δείκνυται. διὸ καὶ ἀπόδειξις μὲν οὐκ ἔστι τοῦ τί ἐστιν οὐδὲ συλλογισμός, γίνεται μέντοι δῆλον διὰ ἀποδείξεως ἀποδεικνύντες γὰρ τὸ ὅτι ἔστι διὰ τοῦ τί ἧν εἷναι τοῦ κατηγορουμένου ὅρου ἐν τῷ συμπεράσματι τὴν ἀπόδειξιν ποιούμεθα· τοῦτο δὲ γίνεται ἐφ’ ὧν τὰ αἴτια ἄλλα ἐστὶ τῶν αἰτιατῶν καὶ ἀποδεικτά. ἐφ' ὧν δὲ τὰ αὐτὰ x003E; αἴτια τοῖς αἰτιατοῖς, ταῦτα ἀναπόδεικτα· διὸ οὐκέτι ἐπὶ τούτων ἡ τοῦ διὰ τί ἐστι ζήτησίς τε καὶ εὕρεσίς ἐστι καὶ τοῦ τί ἦν εἶναι, ὅτι τὴν ἀρχὴν μηδὲ ζητοῦμεν ἐν τούτοις τὸ διὰ τί ἐστιν. ἔστι δὲ τὸ αὐτὸ τό τε πρᾶγμα καὶ τὸ αἴτιον αὐτοῦ ἐφ' ὧν ὁ ὁρισμὸς λαμβάνεται τοῦ προκειμένου πράγματος· τοῦ γὰρ ἀνθρώπου αἴτιον τὸ ζῷον πεζὸν δίπουν ταὐτὸν ἂν αὐτῷ. διὸ οὐκ ἔστι τούτου ἄλλο τι αἴτιον· ἀλλ' οὐδ' ἀπόδειξις πάλιν ἐστὶ τοῦ τί ἐστιν.