Ancient Greek · ~6 min
Chapter 59
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 59
Not analysed yet
p. 93 b 29 Ὁρισμὸς δ' ἐπειδὴ λέγεται εἶναι λόγος τοῦ τί ἐστι. Ποσαχῶς ὁ ὁρισμὸς λέγεται καὶ περὶ ποίου τὰ δεδειγμένα εἴρηται, δείκνυσί τε καὶ λέγει. ἦν δὲ ἐν οἷς προέθετο καὶ τοῦτο εἰπείν, τό τε τί ἐστιν ὁρισμὸς καὶ ὧν. ἐπεὶ οὖν ὁ ὁρισμὸς λέγεται λόγος τοῦ τί ἐστι, πλεοναχῶς ἀκούσεται· τὸ γὰρ τί ἐστι καὶ τὸ τί τί σημαίνει, ἀλλὰ καὶ τίς ἡ οὐσία τοῦ πράγματος, ἀλλὰ καὶ τὸ εἶναι δηλοῖ. ὥστε ὁ ὁρισμὸς τῶν πλεοναχῶς λεγομένων εἴη ἄν. λόγος γὰρ τοῦ τί ἐστιν εἴη ἂν καὶ ὁ δηλωτικὸς λόγος τοῦ τί σημαίνει τοὔνομα, ᾧ ἐστὶ ἐστὶ καῚ τὸ δεύτερον προστε |θειμένον τῇ λέξει μόνῃ διαφέρον αὐτοῦ τὸ ἢ λόγος ἕτερος ὀνοματώδης, τουτέστι ταὐτὸν τῷ ὀνόματι σημαίνων λόγος καὶ ἕτερος τοῦ τὴν οὐσίαν δηλοῦντος· ὃν καὶ ἔχοντες, φησί, τὸν λόγον τὸν ὀνοματώδη τὸν δηλοῦντα τὸ τί σημαίνει τούνομα, ζητοῦμεν ἔτι τὸ διὰ τί ἐστιν. ὁ γὰρ τοῦ τριγώνου λόγον ἔχων, ὅτι τὸ τρεῖς γωνίας σημαῖνον, ὀνοματώδη λόγον ἔχει καὶ δηλοῦντα τί σημαίνει τοὔνομα· ἔτι γὰρ ζητεῖται ἐπὶ τῶν τοιούτων λόγων τὸ διὰ τί ἐστι τὸ τοῦτο σημαῖνον. χαλεπὸν δέ φησιν εἶναι λαβεῖν τὴν αἰτίαν τοῦ εἶναι ὃ ἀγνοεῖ τις ὅτι ἔστι· δύσκολον γὰρ καὶ ἀδύνατον ὁρισμὸν μετὰ τῆς αἰτίας τινὸς λαβεῖν τούτον ὃ μὴ οἶδέ τις ὅτι ἔστι τὴν ἀρχήν. ἄδηλον δὲ ἐπὶ τούτων τοῦτό ἐστι, διότι ἡ τοιαύτη γνῶσις τοῦ ὅτι ἔστιν ἀπὸ συμβεβηκότος γίνεται.