Ancient Greek · ~4 min
Chapter 6
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 6
Not analysed yet
p. 89 b 38 Ὅταν δὲ γνόντες ἢ τὸ ὄτι ἢ εἰ ἔστιν. Πάλιν τὴν διαφορὰν τοῦ ὅτι ἔστι καὶ τοῦ εἰ ἔστιν ἐσήγωσεν ἐν] τῇ προσθέσει τοῦ ἐπὶ μέρους ἢ ἁπλῶς. ὁ μὲν γὰρ ζητῶν περὶ τῆς οὐσίας τινός, οἶον ἆρα ἔστι κενόν, ἁπλῶς περὶ τοῦ ὑποκειμένου ἐνὸς ὄντος τὴν ζήτησιν ποιεῖται· ὁ δὲ τὸ ὄτι ζητῶν μεμερισμένην εἰς πλείω τὴν ζήτησιν ἔχει. ἤτοι οὖν ἐπὶ μέρους εἶπε τὸ μεμερισμένον, ὃ εἶπεν ἐν ἀρχῇ “εἰς ἀριθμὸν θέντες”, ἢ ἐπὶ μέρους φησίν, ὅτι ὁ ζητῶν, εἰ τόδε τῷδε ἐπάρχει, ζητεῖ εἰ τοῦτο τούτου τί ἐστιν. ὁ γὰρ ζητῶν, εἰ ὁ ἄνθρωπος ζῷόν ἐστι, ζητεῖ εἰ τὸ ζῷόν τι τοῦ ἀνθρώπου ἐστί· καὶ γὰρ τὸ γένος τί ἐστιν οὖ ἐστι γένος. ἀλλὰ καὶ ’ο ζητῶν, εἰ ἡ χιὼν λευκή, ζητεῖ εἰ τῆς χιόνος τι τὸ λευκόν ἐστι· καὶ γὰρ τὸ συμβεβηκὸς ἐκείνου ἐστὶν ᾦ συμβέβηκεν. ἀλλὰ καὶ ὁ ζητῶν, εἰ ἡ σελήνη ἐκγείπει, ζητεῖ εἴ τι τῆς σελήνης ἡ ἕκλειψις, εἰ γὰρ παθος ἐστὶν αὐτῆς.