Ancient Greek · ~4 min
Chapter 64
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 64
Not analysed yet
p. 94 a 23 Πᾶσαι αὗται διὰ τοῦ μέσου δείκνυνται. Πάσας τὰς αἰτίας φησὶ διὰ τοῦ μέσου δείκνυσθαι, τουτέστι λαμβάνεσθαι διὰ τοῦ μέσου· οὐ γὰρ αἱ αἰτίαι διὰ τοῦ μέσου ἀποδείκνυνται, ἀλλὰ λαμβανόμεναι διὰ τοῦ μέσου καὶ μέσοι ὅροι γινόμεναι ἐν ταῖς ἀποδείξεσι δείκνυνται, ὡς ἐδείχθη ἐπὶ τῆς κατὰ τὸ τί ἦν εἶναι αἰτίας. Διὰ τοῦ τίνος ὄντος ὀρθή; ἐδήλωσε τὸν τρόπον τῆς αἰτίας, ὅτι τὴν ὡς ὕλην αἰτίαν ζητεῖ. τοῦ δὲ συμπεράσματος τοῦ τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθὴν εἶναι αἴτιον ὡς ὑλη μέσος ὅρος ληφθεὶς τὸ δύο ὀρθῶν ἡμίσεια· δέδεικται δὲ τοῦτο ἐν τῷ τρίτῳ τῶν Εὐκλείδου Στοιχείων. οὐχ ὅτι δὲ ὕλη τοῦ τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθὴν εἶναι τὸ ἡμίσειαν >εἶναι> δύο ὀρθῶν λέγει, ἀλλ' ὅτι τοῦτο ληφθὲν τὰς δύο προτάσεις ἐποίησεν, αἳ ὗλαί εἰσι τοῦ σθλλογισμοῦ. ὡς συλλογισμοῦ οὖν ὕλη ἀλλ' οὐχ ὡς τοῦ ὀρθὴν εἶναι τὴν ἐν ἡμικυκλίῳ· τοῦτο γὰρ μᾶλλον ὡς τοῦ τί ἦν εἶναι αἴτιον εἶναι τὸ ἡμίσειαν εἶναι δύο ὀρθῶν, εἰ λόγον τις τοῦτο τῆς ὀρθῆς ἀποδοίη.