Ancient Greek · ~3 min
Chapter 69
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 69
Not analysed yet
p. 94 b27 Ἐνδέχεται δὲ τὸ αὐτὸ καὶ ἕνεκά τινος εἶναι καὶ ἐξ αναγκης. Ὀτι ἐνδέχεται τὸ αὐτὸ καὶ ἐξ ἀνάγκης εἶναι καὶ ἕνεκά του. ὁμοίως τε καὶ γενέσθαι ἐνδέχεται ἐξ ἀνάγκης καὶ ἕνεκά του. καὶ ἔστι τὸ μὲν ἐξ ἀνάγκης αἴτιον τὸ ὑλικόν, τὸ δὲ ἕνεκά του <τὸ> τελικόν, ὡς δύο αἰτίας τὸ αὐτὸ ἔχειν τοῦ εἶναι, ὡς τὸ διὰ τοῦ λαμπτῆρος φῶς, καὶ τοῦ γίνεσθαι, ὡς τὴν βροντήν, τήν τε ὑλικὴν καὶ τὴν τελικήν ἔστι δ' ἐν τοῖς κατὰ φύσιν γινομένοις τὸ μὲν ἐξ ἀνάγκης γινόμενον παρὰ τῆς ὕλης, τὸ δ' ἕνεκά τινος παρὰ τοῦ εἴδους), πλεῖστα δὲ τοιαῦτα ἅμα εἶναι ἄμφω ἔχοντα ἐν τοῖς φύσει γινομένοις τε καὶ συνεστῶσι· διττὴ γὰρ ἡ φύσις, ἡ μὲν ἕνεκά του ποιοῦσα, ἡ κατὰ τὸ εἶδος, ἡ δὲ ἐξ ἀνάγκης, ἠ ὑλική.