Ancient Greek · ~2 min
Chapter 73
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 73
Not analysed yet
p. 94 b37 Η μὲν γὰρ κατὰ φύσιν καὶ τὴν ὁρμήν, ἡ δὲ βίᾳ ἡ παρα την ορμην. Τὸ μὲν κατὰ φύσιν ἀναγκαῖον πᾶν ἔχει καὶ τὴν ἕνεκά <του> ἠ γὰρ κατὰ τὸ εἶδος αἰτία τοιαύτη, ἐκτὸς εἰ μὴ πήρωμά τι γεγονὸς εἴη ἢ ἄλλο ἐπακολούθημα ὑλικοῦ περιττώματος. ἡ δὲ βίαιος ἀνάγκη δύναται καὶ τὸ ἕνεκά του ἔχειν· ῥίψοι γὰρ ἄν τις τὸν λίθον καὶ τινὸς χάριν· οὐ μὴν ἀλλὰ καὶ δύναται καὶ εἰκῇ καὶ μάτην γίνεσθαι.