Ancient Greek
Chapter 21
Anonymi In Aristotelis Sophisticos Elenchos Phil., In Aristotelis sophisticos elenchos paraphrasis 21
Not analysed yet
21. Παρὰ δὲ προσῳδίαν λόγοι μὲν οὐκ εἰσὶν οὔτε τῶν γεγραμμένων οὔτε τῶν λεγομένων, πλὴν εἴ τινες ὀλίγοι γένοιντ’ ἄν, οἷον οὗτος ῾πότερον οὗ καταλύεις οἰκία;’ ναί. ῾οὐκοῦν τὸ οὐ καταλύεις τοὐ καταλύεις ἀπόφασίς ἐστιν; ἡ οἰκία ἄρα ἀπ· όφασις.’ ὡς δὴ λυτέον, δῆλον· οὐ γὰρ τὸ αὐτὸ σημαίνει τὸ μὲν ὀξύτερον τὸ δὲ βραδύτερον ῥηθὲν καὶ μετὰ τόνου καὶ χωρίς.