Ancient Greek
Volume 14
Anonymi In Hermogenem Rhet., Prolegomena in librum περὶ ἰδεῶν (fragmentum e cod. Ambros. 523) 14.393
Not analysed yet
Διὰ τί Περὶ ἰδεῶν, οὐ <Περὶ> χαρακτήρων εἶπεν; Ὅτι οἱ χαρακτῆρες καὶ ἐπὶ ἐμψύχων καὶ ἐπὶ ἀψύχων [καὶ] ἀκατάληπτοί εἰσιν. αἱ δὲ ἰδέαι ἀπὸ τῶν ἐν προσώποις ἰδεῶν μεταφορικῶς παρελήφθησαν· ὥσπερ γὰρ τὰς ὀνομασίας ἐκ τῆς ἑκάστου ἰδέας γνωρίζομεν καὶ ἐξ αὐτῆς τῆς ὄψεως ἐπιστάμεθα οἷον ἄνδρας, γυναῖκας, παῖδας, οὕτως οἱ ἀρχαῖοι ἐκ τῶν ἰδεῶν γνωρίζοντες ἁδροὺς καὶ ἰσχνοὺς καὶ ἀνθηροὺς τοὺς λόγους ἐκάλεσαν, ἐκ τῶν ἀνθρωπίνων μορφῶν τὰ ὀνόματα θέμενοι.