# Λόγοι δύο 577.6-13

Anonymi Logoi Duo, Λόγοι δύο, 577.6 to 577.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/577.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/577.6

Ἔφης τὰ ἡμέτερα, μᾶλλον δ´ αὐτοὺς ἡμᾶς διασύρειν ἐκείνους, τοῖς τῶν θεολόγων δῆθεν ἐπιτιθεμένους πολλαχοῦ λόγοις, ώς καὶ μεταποιεῖν καὶ διαστρέφειν ἐνίους φανερῶς πρὸς τὸ βουλόμενον ἡμῶν τῆς γνώμης καὶ τὴν δόξαν μετασκευάζοντας, ὥσπερ δὴ καὶ τὸ τοῦ θαυμαστοῦ Βασιλείου φησὶν ἐκεῖνο, ὃ πρὸς Εὐνόμιον ἀντικαθιστάμενος εἴρηκεν, ἀνόμοιον εἶναι κατ´ οὐσίαν τῷ Πατρὶ τὸν Υἱὸν φάσκοντα, Ὁ γὰρ τετοκὼς βώλους δρόσου φήσας κατὰ τὸν Ἱὼβ λόγον, οὐχ ὁμοίως τάς τε βώλους καὶ τὸν Υἱὸν ὑπεστήσατο. Ἀλλ´ ὡς μὲν οὐχ ἡμῖν, ἀλλ´ ἐκείνοις ἄνωθεν ἔθος ταυτὶ μάλιστα τοῖς οὐκ ὀρθῶς καθ´ ἡμῶν ἐκεῖνα Κπροῖσχομένοις, ἔλεγχοι κατ´ αὐτῶν ἰσχυροὶ τά τε καθ ἡμῶν καὶ τῆς εὐσεβείας αὐτῆς συγγραφέντα ποότερον, καὶ δὴ καὶ τὰ διαστραφέντα παρ´ ἐκεῖναν βιβλία τῶν θεολόγων, μέχρι τοῦ δεῦρο παρόντα τε καὶ ὁρώμενα. Ὅθεν οὐδὲ λόγων οὐδ´ ἐπιχειρημάτων ὑπὲρ τῶν τοιούτων ἡμῖν δεῖ, παρ´ ἑαυτῶν κακτημένων τὸν ἔλεγχον. Ἐπὶ δὲ τὴν τοῦ προτεθέν. τος ἐξέτασιν ῥητοῦ μᾶλλον ἔλθωμεν. Τοῦ μεγάλου Βασιλείου ἐκεῖνο κατὰ λέξιν οὗτας εἰπόντος· Ὁ γὰρ τετοκὼς βώλους ὅρόσου, κατὰ τὸν Ἱὼβ λόγον, οὐχ ὁμοίως τάς τε βώλους καὶ τὸν Υἱὸν ἐτεκνώσατο, περὶ τὸ ῥητὸν ἡμᾶς οὐ σμικράν τινα τὴν ἐπιβουλὴν καὶ τὴν κακουργίαν εἰργάσθαι, τὴν μὲν ἐτεκνώσατο τελευταίαν λέξιν ἐξελόντας ἐκεῖθεν, ταύτης δ´ ἀντεισαγαγόντας τὴν ὑπεστήσατο, ἵνα διὰ τῆς τοῦ Μονογενοῦς προαιωνίου καὶ ἀκτίστου θεώσεως δῆθεν, τὸ καὶ ἐπὶ τῶν ἀκτίστων λέγεσθαι ταύτην αὐτοὺ συγκατασκευάσωμεν ἐπὶ τῶν ἠργαένοχρονικῶς καὶ κτιστῶν ἀεὶ τιθεμένην μόνων, ὅπερ ἐκεῖνοι νομίζουσιν. Οἱ μὲν οὐν τὰ τοῦ Θεοῦ φυστεὰ ἰδιώματα καὶ τὰς ἱερὰς τούτων θεωνυμίας, ἅπερ ὁ τῆς θεολογίας γνώμων θεοπρεπῶς ἀνυμνῶν Διονύσιος, δυνάμεις Θεοῦ καὶ προόδους καὶ ἐνεργείας καὶ μετοχὰς καὶ μεταδόσεις καὶ ἐλλάμψεις, καὶ εἰ τι θεῖον καὶ ὑψηλὸν κατὰ τοὺς αὐτὸν μυσταγωγήσαντας θεολόγους, ὡς αὐτὸς ἐκεῖνός φησι, προσηγόρευσε·

---

Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003924.
