# Λόγοι δύο 578.11-22

Anonymi Logoi Duo, Λόγοι δύο, 578.11 to 578.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/578.11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/578.11

Ἐροῦσι καὶ γὰρ κατὰ σὲ δήπου καὶ πολλῷ μᾶλλον καὶ δικαιότερον οὗτοι, ὥς οὐχ ὡς ὑμεῖς φατε, ἀλλ´ ὑπεστήσατο μᾶλλον εὕρηται πανταχοῦ. Καὶ μάρτυρες ἡμῖν ἀπαράγραπτοι βιβλία καὶ λόγοι πάντες οἱ περὶ τούτων. Κἀντεῦθεν συνάγομεν ὡς εἰκὸς ὑφ´ ὑμῶν μετατεθεῖσθαι τὴν λέξιν, τὴν ἐτεκνώσατο δολερῶς ἀντεισαγαγόντων. Παρὰ σοῦ καὶ γὰρ τὰς τῶν τοιούτων διαλέξεων ἀφορμὰς ἔχουσι λαβόντες εἰκότως. Εἰ μὲν οὖν ἀναγκαῖον ἐρεῖς τὸ παρὰ σοῦ συναγόμενον, ἀναγκαῖον καὶ τὸ παρ´ ἐκείνων φήσεις ὡσαύτως. Καὶ πῶς οἷόν τε καὶ ἄμφω; ἢ πῶς δυνατὸν τὴν ἀντίφασιν λέγειν μὴ ἀντικεῖσθαι; θάτερον γὰρ τῶν μερῶν ἀνάγκη πάντως ἀντιπίπτειν θατέρῳ. Εἰ δ´ οὐκ ἀναγκαῖα φής λέγειν τοὺς ἡμετέρους, ἐνδέχεσθαι γὰρ καὶ μὴ εἶναι τοῦθ´ οὕτως ἔχον, αὐτὸ τοῦτ´ ἐξ ἀνάγκης ἐροῦσι κἀκεῖνοι, καὶ δείξουσιν οὐκ ἀ αγκαῖον ὄντα πρότερον τὸν σὸν λόγον, καὶ μάτην ἐπ´ ἀδήλοις κατατρέχοντά γε τῶν ἀνευθύνων ὡς ἐπί τισιν ὁμολογουμένοις, Εἰ μὲν γὰρ πάσας αὐτὸς διελθὼν τὰς ἐκεῖνα φερούσας ἰερὰς δέλτους, ὅσα ἡ μεγίστη πόλις αὕτη, φημί, φέρει, τέως πάσας οὕτως ἐχούσας εὗρες καθ´ ὃν ὑμὲς ἀναγινώσκετε τρόπον, οὐδ´ οὕτω μὲν οὖν εὐθὺς ἐπὶ δόλῳ καὶ κακουργίᾳ καὶ μάλιστα περὶ τὰ τοιαῦτα διαβάλλειν ἀπερισκέπτως ἔδει τοὺς ἡμετέΚρους. Εἰκὸς καὶ γὰρ ἐν ἄλλαις ἐκκλησίαις καὶ πόλεσι δέλτοις ἑτέραις τούτους ὡμιληκότας, ὅθεν καὶ Κτὰ κατὰ τῶν ἰερῶν δογμάτων κινεῖσθαι παρὰ τοῦ Καλαβροῦ Βαρλαὰμ ἄνωθεν τὴν ἀρχὴν ἔσχεν, οὕτως ἐντετυχηκέναι τῷ λόγω καὶ τῇ γραφῇ τοῦ μεγάλου, καθὰ δήπου καὶ παρ´ αὐτῶν ἀναγινώσκεταί τε καὶ γράφεται· καὶ προσῆκε πάντως καὶ τοῦτο κατὰ νοῦν σε λαβεῖν, καὶ λογίσασθαι τὰ εἰκότα. Σὺ δὲ μηδὲ τὰ τῆς Ἐκκλησίας καὶ τῆς πόλεως ταυτησὶ διελθὼν πάντα πυκτία, τὰ τοὺς εἰρημένους δηλαδὴ τοῦ μεγάλου φέροντα λόγους, μηδ´ ἀκριβῆ τούτων πάντων ἔχων τὴν γνῶσιν, ἀφ´ ἑνός τινος ἢ δυοῖν, ὡς ἂν αὐτὸς φαίης, ἀμφισβητῶ γὰρ ἔγωγε καὶ περὶ αὐτῶν τούτων, τοιαύτην καὶ τηλικαύτην τὴν κατὰ τῶν καθ´ ἡμᾶς Ναζιραίων τουτωνὶ γραφὴ ὡς ἔτυχεν ἐνεστήσω.

---

Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003924.
