# Λόγοι δύο 580.12-29

Anonymi Logoi Duo, Λόγοι δύο, 580.12 to 580.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/580.12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/580.12

Καὶ μήτι νομίσῃς ὑποστάσεις λέγειν ἡμᾶς τὰς φθσικὰς τοῦ Θεοῦ δυνάμεις τε καὶ προόδους, καὶ τὰ ἰδιώματα· μηδὲ τὸν λόγον ἑλκύσῃς κακῶς πρὸς τὸ ἄτοπον, ἐκ τοῦ ὑπεστήσατο καὶ ὑπέστησε συνά γοντα τὴν ὑπόστασιν, ὥσπερ καὶ τὸ ποίημα ἀπὸ τοῦ ἐποίησεν. Οὐδεμία γὰρ ἐνέργεια, φησὶν ὁ μέγας Βασίλειος, ἐνυπόστατος, τουτέστιν αὐθυπόστατος Καὶ πάλιν αὐτὸς, τὰς θείας ἀπαριθμησάμενος ἐνεργείας κατ´ ὄνομα, οὕτως ἐπάγει· Ταῦτα πάντα ἀδίως ἔχει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς Πνεῦμα Θεοῦ καὶ ἐξ αὐτοῦ πεφηνός· ἀλλὰ τὸ μὲν, ἐκ Θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι, τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσι. Καὶ ὁ σοφὸς Μάξιμος αὖθις· Αἱ ἐνέργειαι, φησὶν, οὐκ εἰσὶν οὐσίαι, οὐδὲ καθ´ ἑαυτὰς, ἀλλ´ ἐν τῇ οὐσία τυγχάνουσι, καὶ δίχα ταύτης τὸ εἶναι οὐκ ἔχουσι. ιονύσιος δ´ ὁ σοφὸς, ᾧ δὴ καὶ ἀντιλέγετε πρὸ τῷν ἄλλων ὑμεῖς πάντων μάλιστα, συνεχῶς τὸν Θεὸν ὑποστάτην τῶν φυσικῶν ἑαυτοῦ λέγοντι, περὶ τούτων αὐτῶν ὧδέ πή φησιν· Οὐκ οὐσίαν τινὰ θείαν ἢ ἀγγελικὴν εἶναι ταῦτά φαμεν. Καὶ πάλιν· Οὔτε συνελόντα εἰπεῖν ἀρχικὰς τῶν ὄντων, καὶ δημιουργκἀς οὐσίας καὶ ὑποστάσεις. Καὶ μετ´ ὀλίγον· Ἀλλ´ αὐτοεῖναι καὶ αὐτοζωὴν, καὶ αὐτοθεότητα φαμεν, ἀρχικῶς μὲν καὶ θεῖκῶς καὶ αἰτιατικῶς τὴν μίαν πάντων ὑπεράρχιον καὶ ὑπερούσιον ἀρχὴν καὶ αἰτίαν· μεθεκτῶς δὲ τὰς ἐκδιδομένας ἐκ Θεοῦ τοῦ ἁμεθκτου προνοητικς δυνάμεις, τὴν αὐτοουσίωσινς αὐτοζῶοσιν, αὐτοθἕωσιν. Ὅπερ οὖν ἑλέγαμεν, οὐδ´ ἡμεῖς ὑπόστασιν τὴν τοῦ Θεοῦ φυσικὴν δύναμιν καὶ γ ἐνέργειαν λέγομεν, ὅιὰ τὸ ὑποστάτην αὐτῆς τὸν Θεὸν λέγεσθαι, ὥσπερ οὐδ´ οἱ προῤῥηθέντες οῦτοι διδάσκαλοι. Πως γὰρ τὴν ἐν τῇ φύσει θεωρουμένην καὶ ἐν ἐκαίνῃ τὸ εναι ἔχουσαν, καὶ ἀχώριστον οῦσαν ἐκείνης; Διδ καὶ ἐνυπόστατον ταύτην μᾶλλόν φαμεν, ὡς ἐν τῆ θείᾳ θεωρουμένην, ὡς ἔφην, καὶ μηδαμῶς οὖσαν ταύτης χωρίς. Ἔν γὰρ καὶ τοῦτο, καθὰ ὃήπου καὶ αὐτὸς οἷσθα, τῶν τοῦ ἐνυποστάτου σημαινομένων, καθ´ ὃ πᾶσα ὕπαρξις εἴτε σιωματικὴ,, εἴτε ἀσώματος ἐνυπόστατον λέγεται, καθὸ δηλονότι ὑφέστηκεν.

---

Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003924.
