# Λόγοι δύο 582.26-32

Anonymi Logoi Duo, Λόγοι δύο, 582.26 to 582.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/582.26
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/582.26

καὶ αἰτίαν, μεθεκτῶς δὲ τὰς ἐκδιδομένας ἐκ Θεοῦ τοῦ ἀμεθέκτου προνοητικὰς δυνάμεις, τὴν αὐτοουσίωσίν, αὐτοζώωσιν, αὐτοθέωσιν, ὦν τὰ ὄντα οἰκεθως ἑαυτοῖς μετέχοντα, καὶ ὄντα καὶ ζῶντα καὶ ἔνθεα καὶ ἔστι καὶ λέγεται καὶ τἄλλα ὡσαύτως. Ἀκούεις πῶς ὁ διδάσκαλος ἑαυτὸν ἐξηγεῖται; Μᾶλλον δὲ πρὸ τοῦ τὰς λύσεις ἐπεξεργάσασθαι ταύτας, καὶ τὰ ῥηθέντα συνεπτυγμένυς ἀναπτύξαι καθόσον οἷόν τε, σκεψώμεθα, πῶς τὰ τῆς ἡνωμένης τε καὶ διακεκριμένης θεολογίας καὶ τὰ περὶ θείων ὀνομάτων παρ´ αὐτοῦ θεολογούμενα ταυτὶ καὶ γραφόμενα οὐχ ἀπλῶς μόνον οὐδὲ πολλάκις τότε λεγόμενα. παρ´ αὐτοῦ τε καὶ τῶν θεοφόρων ἀποστόλων καὶ διδασκάλων, ἀλλὰ καὶ μυριόλεκτα καινοτέρῳ τινὶ τρόπῳ προσεῖπε, τὴν μεθ´ ὑπερβολῆς περὶ αὐτὰ συχνὴν σπουδὴν καὶ μελέτην αὐτοῦ τε καὶ τῶν κατ´ αὐτὸν καὶ ὑπὲρ αὐτὸν θεολόγων ἐμφαίνων, καὶ ὡσανεὶ καὶ ταῦτα στοιχεῖα καὶ βάθρα τινὰ δεικνὺς τοῦ μυστηρίου τῆς καθ´ ἡμᾶς πίστεως, καὶ θεολογίας συνεκτικὰς σχιδὸν πάσης ὅση τε κατὰ τὸ τῆς μεγάλης καὶ ἀρχικῆς φημι Τριάδος ἡνωμένον ἅμα καὶ διακεκριμένον, καὶ ὅση κατὰ τὸ τῆς διὰ σαρκὸς οἰκονομία; Χριστοῦ μυστήριον, ὅθεν οἱ τοῦ Πνεύματος μερισμοὶ καὶ αἱ θεῖαι καὶ ὑπερφυεῖς ἐνέργειαι, καὶ ἡ δαψιλὴς χύσις τῶν χαρισμάτων κατά τε τὴν ἄνωθεν διὰ τοῦ θαυμαστοῦ Ἰωὴλ θείαν ἐπαγγελίαν μετὰ ταῦτα φήσαντος, Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσον σάρκα, καὶ τὴν ἐσύστερον ἀποστολήν τε καὶ φανέρωσιν παρὰ Χριστοῦ τῶν αὐτῶν αὖθις κατὰ τὸν ἑαυτοῦ λόγον, Ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ´ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἰερουσαλὴμ, ἔως οὖ ἐνδύσησθε δύναμιν ἐξ ὐνους, πρὸς τοὺς ἰδίους μαθητὰς εἰρηκότος. Οἷς τοσοῦτό γε δέουσιν οἱ πολλοὶ τῶν νῦν ὄντων ἀξίως προσέχειν, καὶ τὰ θεῖα θεοπρεπῶς αὐτόθεν παρὰ τῶν εἰδότων καὶ διδάσκεσθαι καὶ μανθάνειν, ὡς καὶ σιωπᾶσθαι τὰ μυριόκεκτα ταῦτα δεῖν εἶναι, καὶ τοὺς τῆς ἀληθινῆς ζωῆς καὶ τοῦ αὐτόφωτος καὶ τῆς αὐτοσοφίας ἐν σκότει που κατακρύπτεσθαι λόγους τολμηρῶς, φεῦ!

---

Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003924.
