# Λόγοι δύο 583.1-13

Anonymi Logoi Duo, Λόγοι δύο, 583.1 to 583.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/583.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/583.1

αὐτοζωὴν εἰπεῖν τὸν Θεὸν καὶ τῆς αὐτοζοῆς ἢ εἰρήνης ἢ δυνάμειως ὑποστάτην. Τὰ μὲν γὰρ ἐκ τῶν ὄντων, καὶ μάλιστα ἐκ τῶν πρώτως ὄντων, ὡς αἴτιος πάντων τῶν ὄντων λέγεται· αὐτοδύναμις, φησί καὶ αὐτοζωὴ, καὶ ὅσα τοιαῦτα παρ´ ἡμῶν ὁ Θεὸς λίγεται, ὡς αἴτιος τῆς ὑπάρξεως αὐτῶν τούτων, ἀλλὰ δὴ καὶ τῶν δευτέρως καὶ κατακαηστικῶς λεγομένων ὄντων πάντων, δηλαδὴ τῶν κτισμάτων· αὐτὸς καὶ γὰρ μόνος ἐστὶν ὑποστάτης καὶ αἰτίας τῶν τε εἰρημένων μετοχῶν, δηλονότι τῶν δονάμειων καὶ ἐνεργειῶν ἑαυτοῦ, καὶ τῶν μετεχόντων αὐτῶν, λέγω δὴ τῶν κτισμάτων· τὰ δὲ, φησί, λέγεται, ὡς ὑπὲρ πάντα καὶ τὰ πρώτως ὄντα ὑπερψν ὑπερουσίως. Τῆς αὐτοζωῆς δὲ, φησίς κάλιν καὶ αὐτοειρήνης καὶ αὐτοδυνάμεας ὁ Θεὸς λέγεται ὑποστάτης, ὡς μὴ ταῦτα κατ´ οὐσίαν ὢν, ἀλλ´ ὑπὰρ ταῦτα μᾶλλον. Ἀιὰ τοῦτο καὶ γὰρ τὸ ὑπερὼν ὑπερουσίως προσέθηκεν, ἵνʹ ἐμφήνῃ ὡς ὐτὰ μὲν ὄυτα καθ´ ὕπαρξιν, αὐτὸς δὲ ὑπερὼν μᾶλλον ὡς ὑπερούσιος καὶ αἴτιος αὐτῶν. Ζητεῖς δὲ, φησὶ, τί ὅλως λέγομεν ὑπάρχειν τὸ αὐτοεῖναι ἢ τὴν αὐτοζωὴν, καὶ ὅσα λέγομεν ἐκ Θεοῦ πρώτως ὑφεστηκέναι, καὶ ἀπολύτως καὶ ἀρχηγικῶς εἶναι; Τὸ δὲ, φαμὲν, οὐκ ἔστιν ἀγκύλον, τουτέστιν αἰνιγματῶδές τι καὶ δυσνόητον, ἀλλ´ εὐθὺ. καὶ ἁπλῆν τὴν διασάφησιν ἔχον. Ταῦτα δέ φησνν ᾤ ιδάσκαλος, ὅεικνὺς ὅτι τὸ μὲν εἶναι καὶ ἡ ζωὴ τῶν κτισμάτων πάντων, τῶν τε λογικῶν φημι καὶ ἀλόγων, καὶ δὴ καὶ τῶν ἄλλων, οὐκ ἀπολελυμένως ἔχει τὸ εἶναι, καὶ ζωὴ εἶναι, ὡς ἢ πρότερα ταῦτα ἐκείνων εἶναι, ὧν ἐστιν ὕπαρξις καὶ ζωὴ δηλονότι, ἢ δύνασθαι καὶ ὁπωσοῦν ἄνευ ἐκείνων τῶν δεκτικῶν αὐτῶν ὅλως καθ´ ἑαυτὰ ζῇν ἢ ὑπάρχειν. Αἱ δὲ τοῦ Θεοῦ δωρεαὶ καὶ φυσικαὶ δυνάμεις ἐκεῖναι αἱ ὑπ´. αθτοῦ πρὸς μετοχὴν τῶν κτισμάτων προβαλλόμεναι οὐ συμπεπλεγμένως τινὶ τῶν μετεχόντων κτισμάτων ἔχουσι τὸ εἶναι, ἀλλ´ ἐν τῇ οὐσίᾳ τοῦ Θεοῦ θεωρούμεναι, καθάπερ εἴρηται, ἀπολελυμένως εἰσὶν ὡς φοσικὰ τοῦ Θεοῦ·

---

Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003924.
