# Λόγοι δύο 583.14-25

Anonymi Logoi Duo, Λόγοι δύο, 583.14 to 583.25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/583.14
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/583.14

ἀναίτια γὰρ ὥσπερ ἡ φύσις τοῦ θεοῦ, ὡς δέ καὶ τὰ αὐτοῦ φυσικὰ κατὰ τὸ τελικὸν λεγόμενον αἴτιον. Οὐκ ἀπολύτως δὲ μόνον, ἀλλὰ καὶ ἀρχηγικῶς ἔχουσι τὸ εἶναι καὶ τὴν ζωήν, καὶ τἄλλα πάντα ὅσαπέρ εἰσιν, ὡς τὴν ἁρχὴν ἔχοντα πάντων τῶν ὄντων καὶ ζώντων, μεθεκτῶς ἐχόντων ἐκεῖθεν ταῦτα, κτὶ ἀποτελεσμάτον ὄντων τῶν θείον ἐνεργειῶν, καὶ δυνάμεων ἐκείνων. Τούτων καὶ γλρ τῶν μετοχῶν, ὸ αὐτὸς οὗτός φησι θεολόγος, τὰ ὄντα οἰκείως ἑαυτοῖς μετέχοντα, καὶ ὄντα καὶ ζῶντα καὶ ἔνθεα καὶ ἔστι καὶ λέγεται, καὶ τἄλλα ὡσαύτως· ὡσὰν εἰ καὶ τὴν οἰκίαν ἀποτέλετμά τις λέγοι τῆς τοῦ οἰκοδόμου τέχνης, καὶ τὸν πρίονα καὶ τὸ τρύπανον τῆς χαλκευτικῆς ὡσαύτως, τῶν μὲν τεχνῶν δηλονότι προϋπαρχόντων ἐν τῇ διανοίᾳ καὶ τῇ ψυχῇ τοῦ τεχνίτου, προαγομένων δ´ ἐκεῖθεν εἰς ἐνέργειαν, ὁπόταν ἐκεῖνος δηλαγὴ βουληθῆ, κἀν τῇ ἐνεργεία δὲ καὶ μετὰ τὸ ἀποτέλεσμα παρὰ τῷ κεκτημένῳ τεχνίτῃ μενουσῶν οὐδὲν ἦττον ὠσαύτως. ὑπὲρ τὰ προῤῥηθέντα. Αὐτῆς γὰρ ἐκείνης τῆς τοῦ Θεοῦ φυσικῆς ἐνεργείας καὶ τῆς χάριτος μετέχουσιν ἐναργῶς οἱ κεχαριτωμένοι τε καὶ τεθαωμένοι· διὸ καὶ ὁμοίωσις εἴρηται Θεοῦ τοῦτο, καὶ θεοὶ χρηματίζουσι κατ´ αὐτήν γε τὴν χάριν οἱ Πνεύματι καταἘούμενοι τῆς ὑπορφυοῦς ὅωρεᾶς ταύτης, καὶ πρὸς ἐτέρους ἐκπέμπουσι ταύτην, ὡς καὶ ὁ μέγας φησὲ περὶ τούτου Βασίλειος ἔν γε τοῖς ὅπερ τοῦ θείου Πνεύματος λόγοις. Αἰ πνευματοφόροι ψυχαὶ γὰρ, σησὶν, ἐλλαμφθεῖσαι παρὰ τοῦ Πνεύματος, αὗται τε ἀπστελοῦνται Πνεύματι, καὶ εἰς ἑτέρους τὴν χάριν ἐξαποστέλλουσι. Καὶ αζθις· Ὡς ἡ δύναμις τοῦ ὁρᾷς ἐν τῷ ὑγιαίνοντι ὀφθαλμῷ οὕτως ἡ ἐνέργεια τοῦ Πνεύματος ἐν τῇ κεκαθαρμένῃ ψυχῇ· καὶ ὡς ἡ τέχνη ἄν τῷ ἀναλαβόντι αὐτὴν, οὕτως ἡ χάρις τοῦ Πνεόματος ἐν τῷ ὑποδεξαμένῳ, ἀεὶ μὲν συμπαροῦσα, σύχὶ δὲ καὶ ἐνεργοῦσα διηνεκῶς. Ετα κατασκευάζων αὖθις τὸν λόγον ὁ ἱερὸς Διονύσιος, καὶ δεικνὺς πῶς εὐνύς ἐστι καὶ ἁπλῆν τὴν διασάφησιν ἔχων, ἐπάγει·

---

Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003924.
