# Λόγοι δύο 585.26-35

Anonymi Logoi Duo, Λόγοι δύο, 585.26 to 585.35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/585.26
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/585.26

Ἔως γὰρ ἂν θεότητα κτη. στὴν ὅλως λέγωσιν, οὔτε τὴν πολυθεΐαν, οὔτε μὴ, τὴν τοῦ κτίσματος λατρείαν ἐκφεύξονται, κἂν τὴν Σταγειρίτου καὶ Χρυσίππου φιλοσοφίαν, κΔν τὴν τῶν οὐρανίων σωμάτων παρὰ πάντα τὸν βίον ἐκμελετήσωσι φύσιν καὶ κίνησιν. Ἡμεῖς δʹ´ ἱνα παρὰ τῶν ἀλιέων τε καὶ σκυτέων μαθητῶν τε καὶ διαδόχων διδαχθέντες Θεὸν, ἄκτιστον τρισυπόστατόν τι καὶ παντοδύναμον, μίαν τε καὶ ἄκτιστον ἔχοντα τὴν θεότητα, αὐτὸν ὡς ποιητὴν προσκυνοῦμεν πάντων ὁρατῶν τε καὶ ἀοράτων μόνον, μηδὲν ἐν ἑαυτῷ κτιστὸν φέροντα, τὴν δὲ κτίσιν πᾶσαν ὡς δούλην κάτι τιθέντα μετὰ τῶν προσκυνούντων ἡμῶν, κἂν καὶ τῇ στάσει καὶ τάξει τῶν ὑλικῶν ἡμῶν ὡς ἆθλα τινα διαφέρωσιν. ωκόν μου, πρὸς Μωϋσῆν ὁ Θεός φησι πάλαι, καὶ ζήσεται. Καὶ ὁ εὐαγγελιστὴς ὕστερον αὖθις, Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Εἰ δὲ εἶδον ἐκεῖνο τὸ φως, φησὶν, αὐτόθεν εὐθὺς δῆλον ὅτι καὶ κτιστὸν, καὶ γινόμενον καὶ ἀπογινόμενον, ἠργμένον τε καὶ πεπαυμένον· τοιαῦτα γὰρ τοῖς ἀνθρωπίνοις ὀφθαλμοῖς πρὸς ὅρασιν ὑποπίπτοντα· ἐπεὶ καὶ τῷ ὁμοίῳ καθὶ ὁρᾶσθαι τὰ ὅμοια πέφυκεν Ἰοὺ ἰού. Καὶ τίς ποτ´ ἄρ´ ἐκεῖνός ἑστιν, ὁ καὶ νῦν τὰ καινὰ ταυτὶ λέγων, καὶ πρὸς τοὺς ἐπ´ ὄρους ὑψηλοῦ, τῆς Ἐκκλησίας φημὶ, λαμπρᾷ τῆ φωνῇ κηρυττομένους εὐαγγελικοὺς λόγους, τοὺς εἰς πᾶσαν γῆν, ἀποστολικῶς εἰπεῖν, ἐξελθόντας, καὶ τὰ πέρατα τῆς οἰκουμένης ἀστραπῆς δίκην, ἢ μᾶλλον ἀκτίνων ἡλιακῶν φάναι, πάλαι διαδραμόντας, ἀμφιβόλως οὐ τωσὶ καὶ ἀμαθῶς διακείμενος; Εἰ γὰρ ἐξ ὑπερθορέων τε καὶ τῶν πρὸς ἀνίσχοντα ἥλιον, ἢ καὶ των τὰς Βρετανικμς νήσους, και δὴ καὶ τὸν ἔρπέριον προσοικούντων ὠκεανὸν, ἄρτι πρὸς ἡμᾶς τε καὶ τὴν

---

Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003924.
