# Λόγοι δύο 586.24-43

Anonymi Logoi Duo, Λόγοι δύο, 586.24 to 586.43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/586.24
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/586.24

οὔτε γὰρ ἄν τις ἄκτιστά ποτε τὰ Θεοῦ δηλαδὴ κτίσματα σωφρονῶν εἴποι, οὔτε πᾶν τὸ τοῖς ἀνθρωπίνοις ὀφθαλμοῖς ἀόρατον πάντως καὶ ἄκτιστον· ἀλλὰ τὸ μὲν ἄκτιστον καὶ ἀόρατον ἐξ ἀνάγκης ἐπειδὴ καὶ θεῖον, καὶ ὑπὲρ πᾶσαν γενητὸν, φύσιν ἄντικρυς· οὐ πᾶν δὲ τὸ ἀόρατον ἤὸη καὶ ἄκτιστον· οὐδὲ γὰρ ἀντιστρέφει· ἐπειδὴ καὶ τῶν κτισμάτων ἀόρατα πολλὰ πρὸς τοῖς εἰρημένοις κατὰ διαφόρους αἰτίας καὶ λόγους. Ἀλλὰ ταῦτα μὲν ὥστε καὶ τὴν δοκοῦσαν λογικὴν ταύτην ἔνστασιν καὶ τὴν σοφὴν τοῦ λόγου διαίρεσιν καὶ τὸν θεμέλιον σαθρὰ καὶ οὐκ ἀληθεύοντα δεῖξαι· ἐπὶ δὲ τὸ προκείμενον ἐπανέλθωμεν αὖθις. Ματθαῖος μὲν οῦν ὁ τῶν ἄλλων μαθητῶν πρῶτος ἢ ἐπὶ τὴν εὐαγγελικὴν ἐλθὼν συγγραφὴν πρὸς τὴν ἐξήγησιν ἥκων τοῦ μυστηρίου τῆς θείας μεταμορφώσεως, ἓξ πρότερον ἡμέραις τὸν αἴτιον τοῦ μυστηρίου Χριστὸν αὐτὸν ἐκεῖνον εἰσάγει περὶ ἑαυτοῦ τοῖς ἀποστόλοις οὕτω προλέγοντα· Ἀμὴν λέγω ὑμῖν εἰσί τινες τῶν ὡδε ἑστῶτες, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἔως ἂν ἴδωσι τὸν Υλὸν τοῦ ἀνβρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. Ἥκουσας; Ἔως ἂν ἴδωσι, φησὶ Χριστὸς ὁ ἀψευδὴς προφήτης καὶ Δεσπότης τοῦ μέλλοντος. Οὐκοῦν εἶδον· οὐδὲ γὰρ ἔνι τὴν αὐτοαλήθειαν τὴν ἐπαγγελίαν ποτὲ διαψεύσασθαι· οὔκουν οὐδὲ διέψευσται. Εαὶ μεθ´ ἡχμέρας, φησὶν, ἔξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ´ ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν. Προσέσχες; Ἔμπροσθεν αὐτῶν, φησὶ, μετεμορφώθη· ἵνα τὴν δόξαν τῆς μεταμορφώσεως αὐτοῦ πάντως ἴδωσιν, οὐχ ἵνα μὴ ἴδωσι· τί γὰο ἔδει καὶ προλέγειν καὶ τῶν ἄλλων αὐτοὺς μαθητῶν ἐκλέγεσθαι, καὶ κατ´ ἰδίαν ἀναφέρειν εἰς τὸ ὄρος καὶ μεταμορφοῦσθαι ἔμπροσθεν αὐτῶν, εἴ γε τὴν τῆς μεταμορφώσεως ἑαυτοῦ δόξαν ἀποκρύπτειν αὐτῶν ἔμελλεν; Ὅθεν δῆλον, ὅτι καὶ εἶδον τὰ τοῖς ἀνθρωπίνοις ἀθέατα ὄμμασι, καὶ τοῦ φρικτοῦ μυστηρίου κεκοινωνήκασι τῆς θεότητος, δι´ ὁ καὶ πάντα ἑκεῖνα γέγονεν.

---

Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003924.
