# Λόγοι δύο 588.8-17

Anonymi Logoi Duo, Λόγοι δύο, 588.8 to 588.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/588.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/588.8

Μέλλει καὶ γὸρ, φησὶν, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ Ρόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αἰτοῦ. Ἐπεὶ δὲ λόγοις μὲν παρ´ αὐτοῦ ταυτὶ πολλάκις ἦσαν ἀκηκοότες δηλαδὴ οἱ ἀπόστολοι, καὶ ὅτι τοῦ ρεοῦ ἐστιν ὁ Υἱὸς, ἴσος τε καὶ ὁμότιμος, Πάντα μοι παρεδόθη, καὶ γάρ φησιν, ὑπὸ τοῦ Πατρός μου· καὶ, οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ, καὶ τίς ἐστιν ὁ Πατὴρ, εἰ μὴ ὁ Υἱὸς, καὶ ῴ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύναι· καὶ πάλιν· Καθὼς γινώσκει με ὁ Πατὴρ, καγὼ γινώσκω τὸν Πατέρα· καὶ τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ὅν ἐσμεν, καὶ ὅσα τοιαῦτα· καὶ περὶ βασιλείας δὲ καὶ τῶν ἐν τῷ μέλλο τι ἀμοιβῶν πλεῖστά τινα καὶ μέγιστα προειπὼν ὡσαύτως αὐτοῖς ἔφθη, Ὑμεῖς, καὶ γάρ φησιν, οι ἀκολουθήσαντές μοι, εν ἔῆ καλιγχενεσίᾳ ταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ ρόνου δόξης αὐτοῦ, καθίσεσθε ἐπὶ δώθεκα θρόνους, κρίνοντες τὸς δώδεκα φυλὰς τοῦ Ἰοραήλ, καὶ ὅτι λάμψουσιν οἱ δίκαιοι ὀς ό ἡλιος ἐν τῇ βασιλείᾳ τοῦ Βατρὸς αὐτῶν, καὶ ἰσάγγελοι ἔσονται καὶ σίοὶ Θεοῦ, καὶ τὰ παφαπλήσια τούτοις· ἐπεὶ τοίνυν λόγοις μὲν ἦσαν, ὅπερ εἶπον, ἱκανῶς ταῦτα μεμαθηκότες, πείρᾳ δὲ σχεδὸν οὐδαμῶς, εὐκαίρως ἁ xριστὸς ἐνταῦθα μετὰ τὴν τῆς βασιλείας ἑαυτοῦ καὶ τὴν τῶν μαλλουσῶν ἀμοιβῶν ἐκείνων ἐπαγγελίακ εὐθὺς ἐπιφέρει κατασκευάζων τὸν λόγον, Ἀμὴν λέγω ὑμῖν, εἰσί τινες ὡδε ἑστῶτες, οἶτινες ρὐ μὴ γεύσωνται θανάτου, ὅως δν ἴδωσι τὸν ΚΙὸν τοῦ ἀνθρώκου ἐρχόμενον ἐν τῇ βασιλείε αὐτοῦ· ἢ, Ἔως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ, κατὰ τοὺς ἄλλους εἰπεῖν εὐαγγελιστὰς, ἐπὶ τὴν πεῖραν αὐτὴν τῶν προῤῥηθέντων θείων καὶ ὥψηλῶν ἔλκων, καὶ τὴν θείαν τῆς ἐπαγγελθείσης αὐτοῦ βασιλείας. Διὸ καὶ τῶν μυστηρίων τῶν ὑπὲρ νοῦν τούτων θεοπρεπῶς ὑπ´ αὐτοῦ μεθ´ ἡμέρας ἐξ ἐνεργουμένων ἐπὶ τοῦ ὄρους, καὶ ἄ Πατὴρ ἄνωθαν βερβιῶν τὰ τῷ Χριστῷ προῤῥηθέντα, καὶ δέικνὸς ὅτι καὶ Υἱός ἐστιν ὁμοούσιος αὐτῷ κατὰ γε τὰ αὐτοῖς παρ´ αὐτοῦ λαληθέντα, καὶ ὡς αὐτῇ ἐστὶν ἡ προῤῥηθεῖσα παρῆ αὐτοῦ βασιλεία ἦς αὐτὸς ἐπηγγείλατο πρὸ βραχέος αὐτοῖς τὴν θέαν, καὶ δτι κοινή τε καὶ Πατρὸς αὕτη, καὶ διὰ ταῦτ´ ἄρα καὶ τοῦ Πατρὸς εἴρηται καὶ τοῦ Υἱοῦ βασιλεία·

---

Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003924.
