# Λόγοι δύο 590.1-16

Anonymi Logoi Duo, Λόγοι δύο, 590.1 to 590.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/590.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/590.1

φημι λέξεαιν, ὅτι καὶ ὁφθαλμοῖς εἶδον τὸ τῆς θεόππτος Χριστοῦ φῶς οἱ ἀπόστολοι. Ἄκουε δή μοι καὶ τῶν ἑξῆς παρὰ τῆς χρυσῆς γλώττης αὖθις πλατύτερον. ησὶ καὶ γὰρ αὖθις περὶ ταύτης λογογραφῶν τῆς θείας μεταμορφώσεως· Ἐνταῦθα οὐ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας τῆς ἐνδόξου λέγει, ἀλλὰ περὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως. Καὶ γὰρ ἐν τῷ ὄρει μεταμορφωθεὶς ὰ Σωτὴρ, μικρῶς πως ὡς δεσπότης ἔδειξε τοῖς ἐαυτοῦ μαθηταῖς τῆς ἀθεάτου θεϊκῆς ἑαυτοῦ βασιλείας τὴν δόξαν. Ἀλλ´ εὐθὺς ἐροῦσιν οἱ ἀπύλωτον καὶ θηρευτικὴν παριφέροντες γλῶσσαν· Καὶ εἰ ἀθέατος ἡ θεϊκῇ τοῦ Θεοῦ Λόγου δόξα, πῶς ὑπέδειξεν αὐτὴν τοῖς Ἀποστόλοις; εἰ γὰρ ὁρατὴ, οὐκ ἀθέατος· εἰ δὲ ἀθέατος, οὐχ ὁρατή. Διὸ ἄκουε συνετῶς. Ἐνταῦθα ὁ δεσπότης Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐπέδειξε τῆς ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν, καὶ οὐκ ἐπέδειξε· τουτέστι, μικρὸν παρήνοιξε τὴν θεότητα, καὶ οὐχὶ τελείως, τὸ μὲν πληροφορῶν, τὸ δὲ φειδόμενος. Πληροφορῶν μὲν γὰρ, ἔδειξεν αὐτοῖς τῆς ἀθεάτου βασιλείας τὴν θεϊκὴν δόξαν, οὐχ ὄση τις ἦν, ἀλλ´ ὄσον ἠδύναντο φέρειν οἱ σωρατικοὺς ὁφθαλμοὺς περιφέροντες· φειδόμενος δὲ καὶ οὐχὶ φθονῶν, οὐκ ἔδειξεν αὐτοῖς τὴν πᾶσαν δόξαν, ἵνα μὴ σὺν τῇ ὁράσει καὶ τὴν ζωὴν ἀπολέσωσιν. Ὁ δέ γε τῆς Ἐκκλησίας ὁμοῦ καὶ τῆς θεολογίας γενναῖος στρατηγός τε καὶ πρόμαχος, Ἀθανάσιος ὁ μέγας φημὶ, καθαπερεί τινι σφενδόνῃ τῷ τῆς ἀληθείας λόγῳ χρησάμενος, οὐ τρισὶ βολαῖς τε καὶ λίθοις, καθάπερ ὁ μέγας πάλαι Δαβὶς, ἕνα τὸν ἀρχηγὸν τῶν ἀλλοφύλων κατὰ γῆς βάλλει καὶ νεκρὸν ἀπεργάζεται, ἀλλὰ τοὐναντίον μιᾷ βολῇ μᾶλλον τοὺς τρεῖς τῶν καθ´ ἡμᾶς ἀλλοφύλων προστάτας, ὡς τοὺς τριστάτας πάλαι τῶν Αἰγυπτίων Μωσῆς τῷ σκότῳ καὶ τῷ βυθῷ τῆς δικαίας σιγῆς αὐθωρὸν αὐτοῖς λόγοις τε καὶ δόγμασι δίδωσιν. Ἀρειανοῖς καὶ γὰρ ἐ μέγας γράφων συνήθως, καὶ τὰ εἰωθότα διαλεγόμενος, ἀπαθὴς, φησί, καὶ ἐν τοῖς παθήμασι τῆς σαρκὸς ὁ Χριστὸς, ὡς Θεὸς νικήσας θάνατον, ἀναστὰς τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀνελθὼν εἰς τὸν οὐρανὸν ἐν δόξῃ φυσικῇ, καὶ οὐκ ἐν χάριτι ἐρχόμενος, ἐν τῇ ἑαυτοῦ θεότητι ἐμφανῶς ἐκλάμπων ἐκ τοῦ ἐκὶ Μαρίας σώματος αὐτοῦ τοῦ ἁγίου τὴν δόξαν τὴν ἀπόρρητον, ὡς καὶ ἐπὶ τοῦ ὄρους ἔδειξεν ἀπὸ μέρους, διδάσκων ἡμᾶς, ὅτι καὶ πρότερον καὶ νῦν ὁ αὐτός ἐστι.

---

Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003924.
