# Λόγοι δύο 591.1-12

Anonymi Logoi Duo, Λόγοι δύο, 591.1 to 591.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/591.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/591.1

βειοτέρᾳ μιμήσει τῶν ὑπερουρανίων νόων. Ἰσάγγελοι γὰρ, ὡς ἡ τῶν λογίων ἀλήθειά φησιν, ἐσόμεβα καὶ υἱοὶ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὅντες. Ἱμα δὲ καί τι σαφέστερον ἔτι καὶ κατὰ νοῦν φημι, καὶ κατὰ λέξιν περὶ τοῦ θείου φωτὸς τούτου μάθοις, καὶ γνοίης, ὡς οὐ τῶν κτιστῶν τοῦτό γε καὶ τῶν κάτω, ἀλλὰ τοῦ Θεοῦ μᾶλλον κατὰ τὰ προῤῥηθέντα, καὶ φῶς ἀληθινὸν καὶ ἀπρόσιτον καὶ κοινὸν τῇ κοινῇ φύσει τῆς ὑπερφυοῦς καὶ μακαρίας Τριάδος, ἑι´ δ δὴ καὶ Χριστὸς αὐτὸς μετὰ Πατρός τε καὶ Πνεύματος ὀνομάζεται ταῦτα, φῶς καὶ γὰρ ἀληθινὸν καὶ φῶς ἀπρόσιτον αὐτὸν ὡς αἴτιον καὶ πηγὴν τούτου καλοῦμεν· ἄκουσον καὶ αὖθις τοῦ θαυμαστοῦ Βασιλείου, οἷα περὶ τούτου φησί, πρὸς Εὐνόμιον δηλαδὴ τὸν ἀνόμοιον γράφων· Καὶ εἰ ἀληθινὸν φῶς, φησὶν, ὁ Υἱὸς, ἦν τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ὁ δὲ Θεὸς, φησὶ, φῶς οἰκῶν ἀπρόσιτον· τὸ γὰρ ἀπρόσιτον πάντως καὶ ἀληθινὸν, τὸ δὲ ἀληθινὸν ἀπρόσιτον· ὑπότε καὶ πεπτώκασιν οἱ ἀπόστολοι τῇ δόξῃ τοῦ φωτὸς τοῦ Υἱοῦ ἀτενίσαι μὴ δυνηθέντες, διὰ τὸ εἶναι αὐτὸν ἀπρόσιτον φῶς, φῶς δὲ καὶ τὸ Πνεῦμα, ὃς ἔλαμψε ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἀγίου. Πῶς οὖν οὐ πιστευτέον τὸν αὐτὴν τῆς Τριάδος εἶναι φόσιν, ὀπότε ἂν τὸ φῶς ἀποδέδεικται; Εὖγε τῆς συντόμου ταυτησὶ καὶ σαφοῦς καὶ ἠκριβωμένης θεολογίας τοῦ σοφοῦ διδασκάλου. Εἰκότως ἄρ´ ἔλεγεν ὁ καλὸς ἐκεῖνος ἑταῖρος καὶ σύμπνους καὶ ὁμότιμος αὐτῷ θεολόγος, φιλοσοφῶν περὶ τούτων ἔν γε τοῖς ὑπὲρ αὐτοῦ λόγοις, Ὅταν τοῖς ἀντιῤῥητικοῖς αὐτοῦ λόγοις ἐντύχω, τὸ Σοδομιτικὸν ὁρῶ πῦρ, ᾠ τεφροῦνται γλῶσσαι πονηραὶ καὶ παράνομοι· ἢ τὸν Χαλάνης πύργον, κακῶς μὲν οἰκοδομούμενον, καλῶς δὲ λυόμενον, οὐ περὶ τῶν ἀντιλεγουσῶν τότε γλωσσῶν μόνων λέγων, ἀλλὰ καὶ περὶ τῶν νῦν ἄντικρυς, κατὰ τῆς τοῦ Μονογενοῦς δόξης οὐδὲν ἧττον κινουμένων καὶ τούτων, καὶ διὰ τῶν φυσικῶν πολεμούντων τῇ θείᾳ φύσει, καὶ ταῦτά τε κἀκείνην κατασπᾶν ὁμοῦ πειρωμένων, καὶ κάτω τιθέναι μετὰ τῆς κτιστῆς φύσεως.

---

Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003924.
