# Λόγοι δύο 591.13-22

Anonymi Logoi Duo, Λόγοι δύο, 591.13 to 591.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/591.13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/591.13

Ἀλλ´ ὁ μέγας ἐκεῖνος ὄντως καὶ ἀληθινὸν ἐκεῖνό φησι καὶ ἀπρόσιτον, καὶ δόξαν φυσικὴν τοῦ Θεοῦ ἐπειδὴ καὶ δι´ αὐτοῦ, καθά φησι, τὸ τῆς Τριάδος ὁμοούσιον δείκνυται. Τούτοις καὶ ὁ περιφανὴς τῆς Ἐκκλησίας μελῳδὸς καὶ διδάσκαλος, ὁ τῆς Κρήτης Ἀνδρέας αημὶ κατὰ πάντα συνᾴδων, ἀκούσωμεν οἷα φιλοσοφεῖ, καὶ πῶς διερμηνεύει καθόσον οἱόν τε τὸ μέγα τοῦ το μυστήριον. Τοὺς ἐκκρίτους τῶν ἀποστόλων, φησὶν, ὡς ἐγγυτέρους ἤδη τῇ πρὸς αὐτὸν οἰκειότητι συμπαραλαβών ὁ Χριστὸς ἐπὶ τὸ ὄρος ἀνάγει τὸ ὑψηλόν. Τι τοιήσων, ἢ τί διδάξων; Τὴν ὑπεραστράπτουσαν παραδείξων τῆς οἰκείας θεότητος δόξαν τε καὶ λαμπρότητα, εἰς ἣν μικρῷ πρότερον μυστικώτερον, καὶ νῦν ἐμφανέστερον διὰ τῆς μεταμορφώσεως αὐτοῦ μετεστοιχείωσε τὴν ἀκούσασαν φύσιν, Γ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Τοῦτο τοίνυν ἑορτάζομεν σήμερον, τὴν τῆς φύσεως θέωσιν, τὴν εἰς τὸ κρεῖττον ἀνάβασιν, τὴν ἐπὶ τὰ ὑπὲρ φύσιν τῶν κατὰ ἔκστασιν κεὶ ἀλλοίωσιν. Διὰ τοῦτό φησι, Τοὺς ἐκκρίτους τῶν ἀποστόλων Χριστὸς ἐπὶ τὸ ὄφος ἀνήγαγεν, ὥστε τὴν τῆς οικείες θεότητος αὐτοῖς παραδιῖξαι δόξαν τε καὶ λαμκρότητα, ἦς τὴν ἀνθρωπείαν φύσιν ἠξίμσε, μυστικῶς μὲν καὶ ἐν ἀποῤῥήτοις τοπρότερον, ὁπηνίκα δηλονῥτι συλληφθεὶς ἐν τῇ γαστρί, ὅλῳ ἑαυτῷ τὸν ἄνθρωπον ὅλον ἤνιωσε, νῦν δὲ διὰ τῆς μεταμορφώσεως αὐτοῦ φανερώτερον. Διὸ καὶ τοῦτο ἑορτάζομεν, φησί, σήμερον, τὴν τῆς ἡμετέρας φύσεως θέωσιν, τὴν πρὸς τὰ ὑπὲρ φύσιν ἀλλοίωσιν αὐτῆς καὶ ἀνάβασιν. Μάθε τοίνυν κἀκ τούτοο τοῦ διδασκάλου, καὶ λόγῳ καὶ πείρᾳ διδαχθέντος ταυτὶ καὶ διδάσκοντος, ὅτι καὶ φυσικὴ δόξα καὶ λαμπρότης τοῦτο τὸ φῶς τῆς θεότητος, καὶ θέωσις τῆς ἀνθρωπείας φὸσσως, καὶ πρὸς τὰ ὄπὲς φύσιν ἀλλοίωσις· καὶ αὐτὸ τοῦτο ἑορτάζουσιν οἱ τὴν θείαν μεταμόρφωσιν ἑορτάζοντες, φημὶ δὴ τὴν τῆς φύσεως θέωσιν, ἡν ὁ καθ´ ὀπέστασιν ἑνωθεὶς ταύτῃ μονογονὴς τοῦ Θοοῦ Χῖος ἔίναως καὶ ἅπερ φύαιν εἰργάσατο.

---

Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003924.
