# Λόγοι δύο 593.12-39

Anonymi Logoi Duo, Λόγοι δύο, 593.12 to 593.39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/593.12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/593.12

Καὶ τοῦτό ἐστι τὸ, Μετεμορφώθη ἔμπροσθεν αὐτῶν. Μένων γὰρ αὐτὸς ἐν ταυτότητι, παρὸ τὸ πρὶν ἐφαίνετο, ἕτερος νῦν τοῖς μαθηταῖς ἑωρᾶτο φαινόμενος. Καὶ μετ´ ὀλίγον· Καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἡλιος. Τί φής, ὦ εὐαγγελιστά; Τί συγκρίνεις τὰ ὄντως ἀσύγκριτα; Τί παρατίθης καὶ παραβάλλεις τὰ ἀληθῶς ἀπαράβλητα; Ὁ δεσπότης ὡς ὁοἰκέτης ἔλαμψε; τὸ ἀπόῤῥητον καὶ ἀπρόσιτον φῶς, ὡς οὗτος ὁ ὑπὸ πάντων καθορώμενος ἐξήστραψεν ἣλιος; Ἀλλ´ οὐ παραβάλλω, φαίη ἂν, οὐδὲ συγκρίνω τὸ μόνον μονογενές καὶ μηδενὶ εἰκαζόμενον τῆς θείας δόξης ἀπαύγασμα· ἀ´λὰ σαρκὸς δεσμίοις φθεγγόμενος, τῶν σωμάτων ὃ τι κάλλιστόν ὲστι καὶ λαμπρότατον πρὸς παράδειγμα φέρω, οὐ παντελῶς ὁμοιότατον. Ἀμήχανον γὰρ ἀπαραλείπτως ἐν τῇ κτίσει τὸ ἄκτιστον εἰκονίζεσθαι. Καὶ μετ´ ὀλίγον· Ἔστι μὲν οὖν τὸ σῶμα τὸ ἅγιον περιγραπτόν· οὐ γὰρ ἐν Θαβὼρ ἱστάμενον ἔξω τοῦ ὄρους ἐφικνεῖτο· ἡ δὲ θεότης ἀχώρητος, ἐν πᾶσιν οὖσα ἡλιος. Τοῦ γὰρ σώματος ἡ τοῦ φωτὸς ἔκναρῖίς γί. γονε. Κοινὰ γὰρ πάντα τοῦ ἐνὸς σεσαρκωμένου θίου Λόγου γεγένηται, τά τε τῆς σαρκὸς καὶ τῆς ἀπεριγράπτου θεότητος. Ἔτερον δὲ ἐξ οὖ τὰ τῆς δόξης αὐχήματα, καὶ ἔτερον ἐξ οἶ κοινὰ πὰ πάθη γνωρίζεται. Ἐκνικᾷ δὲ τὸ θεῖον, καὶ μεταᾶδωσι τῆς οἰκείας λαμπρότητος καὶ δόξης τῷ σώματι, καὶ ἐν πάθεσι πάθους μένον ἀμέτοχον. Καὶ μετά τινα· Ἐντεῦθεν Ἐλίας ἀντέφησεν, οὗτος ἑστιν, ὃν ἐν λεπτῇ αὔρᾳ τῷ Πνεύματι ἀσώματον τοπάλαι τεθέαμαι. Θεὸν μὲν κὰρ οὐδεὶς ἑώρακε πώποτε, καθὸ πέφυκε Καὶ ἢ δλ ἑώρακεν, ἐν Πνεύματι τοῦτο τεθέαται. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ταῦτά ἐστιν, ἃ ῥφθαλμὸς οὐκ εἶδε, καὶ οὗς οὐκ ἤκουσε, καὶ ἐπῆλ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη πώποτε. Οὔτως ἐν αἰῶνι τῷ μέλλοντι πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, Χριστὸν ὁρῶντες, τῷ φωτὶ ἀστράπτοντα τῆς θεότητος. Εἰς πολὺ τάχα μῆκος τὰ τῶν μαρτυριῶν ἡμίν ἐξετάσθη τῶν θεολόγων, καὶ μάλιστα τὰ τοῦ τλευταίου τούτου φημὶ διδασκάλου, μᾶλλον δὲ καὶ πρώτου, καὶ μέσου καὶ τελευταίου·

---

Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003924.
