# Λόγοι δύο 596.29-37

Anonymi Logoi Duo, Λόγοι δύο, 596.29 to 596.37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/596.29
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/596.29

Ἀλλ´ οὐ προήκαντο τὰς φωνὰς ταύτας οἱ τότε τοῦ ὁρθοῦ λόγου προστάται, οὐδ´ ὥνιον ταύτας εἴλοντο θέσθαι τῆς οὐκ ἐπαινουμένης εἰρήνης, οὐδ´ αὖ.... ρες ἐντεῦθεν ὡς ἔκ τινος ἀρχῆς καὶ καθαιρέτας γενέσθαι τῆς εὐσεβείας, καὶ τοσοῦτον, ὡς καὶ πολλοὺς ὄστερον καὶ μέχρι πορὸς καὶ σφαγῆς καὶ ἀγχόνης διαγωνίσασθαι γενναίως ὑπὲρ αὐτοῦ τούτου, τῶν κρατούντων φεῦ! κάκιστα προῖσταμένων τῆς δυσσεβείας. Ἡράκλειος δ´ ἐξαπατηθεὶς ὡς μὴ ὤφελεν ὄστερον σαρὰ τῶν κακῶν προστατῶν τοῦ λόγου, καὶ μίαν δοξάσας, καὶ μὴ λογισάμενος ὀρθῶς τὸ διπλοῦν ἐπ´ αὐτῷ τῶν φύσεων, ἦ γὰρ ἂν τοῦτο κατιδὼν, ὥσπερ ἔδει, καὶ τὸ διπλοῦν τῆς ἐνεργείας ἀκολούθως συνεῖδεν, ἀπεὶ παρὰ τῶν ὀρθὰ φροναύντων Πατέρων ὰλλὰ δὴ καὶ τῶν ἐπομένων ἐκείνοις, σχεοδὸν ἀ´ οἱ σπάντες πλὴν ὁλίγων τινῶν ἦσαν, ἀποῤῥιπτουμένην ὡς ἐναντίαν τῷ τῆς εὐσεβείας ὀρθῷ λόγῳ τὴν δόξαν εἶδεν ἐκείνην, τῆς μὲν καταγνοὺς, οὐδὲ προσέχειν ἔτι τὸ παράπαν ἠξίου· τὴν δὲ ταχεῖαν μετάθεσιν αἰσχυνόμενος αὖθις κουφότητι γνώμης, μέσην τινὰ δῆθεν χωρεῖν ἔγνω γελοίως, μᾶλλον δὲ καὶ σφαλερῶς καὶ ἐπικινδύνως ἄγαν. Θέσπισμα γοῦν πᾶσι προστίθησι δημοσίᾳ μήτε μίαν ἐνέργειαν τε καὶ θέλησιν, μήτε δύο τόλμαν επὶ Χριστοῦ μηδένα λέγειν τῶν πάντων· ἢ τιμᾷν αὐτῷ τῶν ἐσχάτων αὐτίκα, οὐδὲν ἄντικρυς διαστέλλων ἐκεῖνος ἀναμέσον ἁγίου τε καὶ βεβήλου, ἵνα μὴ λέγω Χρισοῦ καὶ Κελίαρ, καὶ μετὰ τῆς διεστραμμένης καὶ τὴν ὀρθὴν περὶ Χριστοῦ τιθεὶς δόξαν, καὶ τὸν ὑγιαίνοντα λόγον τῇ νόσῳ τῆς αἰσχρᾶς αἰρέσεως συγκαταδικάζων. Ὅ δὴ καὶ οἱ τὰ τοῦ Νεστορίου, φασὶ. τότε φρονοῦντες γέλωτος ἀφορμὴν καὶ χλεύης ἐποιοῦντο κατὰ τῆς Ἐκκλησίας, Οἱ Χαλκηδονῖται, λέγοντες, οὕτω γὰρ ἡμᾶς καλεῖν ἠξίουν ἐκεῖνοι τότε, διὰ τὴν θαυμαστήν φημι σύνοδον τὴν ἐν Ααλκηδόνι, λαμπρῶς

---

Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003924.
