# Λόγοι δύο 597.23-34

Anonymi Logoi Duo, Λόγοι δύο, 597.23 to 597.34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/597.23
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/597.23

Τί οὖν, ἐπεὶ μὴ φύσις ἡ θεότης αὔτη κατὰ τοῦτον τὸν θεολόγον, διὰ τοῦτο καὶ κτίσμα; Καὶ μὴν αὐτῇ ἐστὶν ἡ τοῦ Χριστοῦ θεότης, καὶ ἐμφερῆ ταύτην ἀκούεις οὖσαν τῇ θεϊκῇ αὐτοῦ φύσει, καὶ τὸ φῶς αὐτῆς ἀποῤῥήτως τοῖς ἀποστόλοις ἐκλάμπον καὶ ἄχρονον καὶ ἀπρόσιτον, καὶ πατρικὸν τοῦτο τὸ φῶς τοῦ Χριστοῦ, μᾶλλον δὲ καὶ Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἅμα, καὶ τὴν ἀνθρωπείαν ὑπερφυῶς θεουργῆσαν φύσεν, κατά τε τοὺς προρρηθέντας θεολόγους συμφώνως ταυτὶ διὰ πολλῶν εἰρηκότας, καὶ κατ´ αὐτὸν τοῦτον αὖθις, Ἐν ἀπροσίτῳ φωτὶ, λέγοντας, ὡς σὲ κατεῖδε Πέτρος Θαβὼρ ἐν ὄρει ἐξαστράψαντα, Χριστὲ, ἀνεβόησε Καὶ πάλιν· Ἐν τῇ ἀπροσίτῳ δόξῃ κατ´ ὄρος ἐκφανθὲν ἀποῤῥήτως Θαβὼρ τὸ ἄσχετον, καὶ ἄδυτον φῶς τοῦ Πατρὸς τὸ ἀπαύγασμα, τὴν κτίσιν φαιδρῦναν, τοὺς ἀνθρώπους ἐθέμσε. Καὶ αὖθις· Ἱεροπρεπῶς Ἀστῶτες Μωσῆς τε καὶ Ἡλίας ἐν ὄρει Θαβὼρ, τῆς θείας χαρακτῆρα τρανῶς ὑποστάσεως Χριστὸν βλέποντες, ἐν πατρῴᾳ ἐξαστράψαντα δόξῃ ἀνέμελπον. Ταύτην οὗν, εἰπέ μοι, τοῦ Χριστοῦ τὴν θεότητα, τὴν πατρικὴν αὐτοῦ δόξαν τὴν ἀπρόσιτον, καὶ τὸ κατ´ αὐτὴν ἀπρόσιτον φῶς, κτίσμα λέγετε εἶναι; Ἔνι δὲ καὶ θεότητα κτιστὴν ὅλως λέγειν; Καὶ ἤκουσταί ποτε τοῦτο λεχθὲν ἐξ αἰῶνος παρὰ τοῖς εὐσεαῖν βουλομένοις, καὶ μὴ τῇ κτίσει λατρεύσουσιν, ἀλλὰ τῷ κτίστῃ καὶ Δεσπότῃ τῆς κτίσεως μᾶλλον; Καὶ τίς ἂν τῆς τόλμης ἀνάσχοιτο ταύτης Ποία δὲ καὶ ἀκοὴ καὶ διάνοια μὴ φρίξει καὶ ἀποπηδήσει τούτων σῶν λόγων; Ἀλλὰ περιττὸν οἶμαι τὸ πρὸς ἐκείνους πολλάκις τὰ αὐτά τε καὶ περὶ τῶν αὐτῶν λέγειν, ὥσπερ ἐπίτηδες μὴ συνιέντας τῶν λεγομένων. Πρὸς δὲ τοὺς ἀκούοντας ὑμᾶς αὗθις τρέψω τὸν λόγον. Ταῦτα σιγᾷν ἔστιν ὅλως, εἰπέ μοι, τὰ τὴν Χριστοῦ Ἐκκλησίαν τὴν ἀπ´ ἄκρων γῆς εἰς ἄκρα δεής κο σαν ὑπερφυῶς πάλαι περιλαβόντα, ἃ δὴ καὶ Ῥωμαῖοι, καὶ Σκύθαι, καὶ Πέρσαι καὶ Σαυρομάται, καὶ Γότθοι, καὶ Ἰνδοὶ, καὶ Αἰθίοπες, Βρετανοί τε.

---

Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003924.
