# Λόγοι δύο 598.10-15

Anonymi Logoi Duo, Λόγοι δύο, 598.10 to 598.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/598.10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/598.10

Θεῷ συλλαλοῦντες ἀμέσως καθαπερεί τις φίλος πρὸς φίλον, ἵνα κατ´ ἐκείνους αὐτοὺς εἴποιμι· εἰ τοίνυν οἱ τοσούτων ἐκεῖνοι καὶ τηλικούτων ὑπερφυῶς ἠξιωμένοι παρὰ τοῦ πάντα φέροντος τῷ ῥήματι τῆς δυνάμεως, μετ´ ἐκεῖνα πάντα καὶ Κἄὴ καὶ τὴν ὑπερφυᾷ τοῦ Θεοῦ θεωρίαν, τήν τε ἄῤῥητον ἐκεῖθεν τῆς ὄψεως ἀλλοίωσίν τε καὶ δόξαν, καὶ δὴ καὶ τὸ τοῦ ἔθνους παντὸς κράτος, καὶ στρατηγίαν ὁμοῦ καὶ νομοθεσίαν ἔγγραφόν τε καὶ ἄγραφον καθαπερεί τινες τῶν καταδίκων μὴ τὴν τῆς ἐπαγγελίας ἰδεῖν γῆν, μηδὲ τὴν ὁμνουμένην πάλα κληρονομίαν ἀπολαβεῖν σὐν τοῖς ἀπειθήσασι, φεῦ! ἐκείνοις κατεδικάζοντο, Ἀνάβαινε γὰρ εἰς τὸ ἄρος, πρὸς Μωϋσῆν ὁ θεὸς ἔλεγε, καὶ τελεύτα· τὸ δ´ αἱτὸ τοῦτο καὶ μικρῷ πρόσθεν πρὸς Ἀαρὼν δηλαδὴ τὸν ἀδελφὸν οὐδὲν ἦττον τὴν ἀξίαν ἢ καὶ τὸ σῶμα, Ἐτι Οὐ μὴ εἰσέλθητε, φησὶν, εἰς τὴν γῆν ἡν Κἔδωκα τοῖς υἱοῖς Ἰσραὴ ἐν κατασλέσει, διότι ἠπειθήσατε τῷ ῥήματί μου ἐν τοῖς οἵοις Ἰσραήχ πὶ τοῦ ὑδντος ἀντιλογίας Κάδης ἐν τῇ ἐρήμῳ Σὴν, διότιοὐχ ἡγιάσατέ με έν τοῖς υἱοῖς Ἰσραήλ· εἰ τοίνυν Μωσῆς ὁ νομοθέτης, ἡ τῶν προφητῶν κοΚρυφὴ, ὁ τηλικοῦτος Θεοῦ φλὸς ἂκα καὶ θεωρὸς, τοιαύτας ὑπεῖγε τὰς δίκας σύν τἀδελφῷ μὴ δοξάσαντες τὸν Θεὸν ἐπὶ τοῦ ὕδατος ἐνώπιον τοῦ λαοῦ, τοῦτο καὶ γάρ ἐστι τὸ οὐχ ἡγιάσατέ. Μὴ γὰρ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὄδωρς ὁ Μωϋσῆς ὀργιζόμενος ἔφησε γογγύζοντι καὶ ἀποδυσπετοῦν τι τῷ Ἰσραήλ, τί ποτε ἄρα προσδοκᾷν δεῖ καὶ τίνων οὐχ ὑπευθύνους ἔσεσθαι τῶν καλάσεων, μᾶλλον δὲ πῶς μὴ τῆς ἀληθινῆς ἐπαγγελίας ἐκπεσεῖσθαι τῆς τῶν πραέων δηλαδὴ γῆς ἐν τῷ μέλλοντι, ἦς ἡ τῆς ἐπαγγελίας ἐκείνη πάλαι Αἴγυπτος ἦν, καὶ μετὰ τῶν ἀγνωμόνων τε καὶ θεοκτόνων Ἰουδαίων ἀποβληθήσεσθαι τοὺς παραπλησίως ἐκείνοις εἰς αὐτὴν βλασφημοῦντας ἀναίδην τὴν παρὰ παντὸς ἱεροῦ τε καὶ θεολόγου στόματος ἄνωθεν ἱεροπρεπῶς ὑμνουμένην δόξαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, μετὰ τὸ φῶς τοῦ κόσμου, μετὰ τὴν λαμπράν ἀνατολὴν τοῦ τῆς δικαιοσύνης ἡλίου τοὺς παγκοσμίους τε μερισμοὺς καὶ σωτισμοὺς τοὺς τοῦ Πνεύματος, καὶ τὰ μεγάλα κηρύγματα καὶ τὴν παγγενῆ τῶν ἀνθρώπων σωτηρίαν τῇ σαρκὶ καὶ αὐτοὺς προσκόπτοντας κατ´ ἐκείνους, καὶ ἀπειθοῦντας τῇ θεότητι χεῖρον ἐκείνων, ὅπερ οὐδὲ οἱ δαίμονες, φησίν ἡ μεγάλη γλῶττα καὶ θεολόγος;

---

Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003924.
