# Λόγοι δύο 600.1-11

Anonymi Logoi Duo, Λόγοι δύο, 600.1 to 600.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/600.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/600.1

τοῦ βάθους αἰσθανομένους ἡμᾶς, καὶ τὴν τῶν παθῶν ἀκαθαρσίαν τῆς ψυχῆς ἀποῤῥίψαντας, κἀντεῦθεν πρὸς τὸ τῆς ἀγάπης ὕψος ἀρθέντασνῦν μὲν ἀμυδρότερον καθόσον οἶόν τε θεατὰς χραματίσαι νεύματι θείῳ τῆς θεοποιοῦ ταύτης χάριτος, ἐν δὲ τῷ μέλοντι λαμπρότερόν τε καὶ ὑψηλότερον μετασχεῖν ταυτης. ««««««««« Δ Ι Ι «« σ«« «««εΔ τὸν Υἱὸν τοῦ Θεοῦ κατ´ ἀλήθειαν χρηματίσαι καὶ ἄνθρωπον, ὅπως τὸν ἄνθρωπον Θεὸν ἐργάσηται κατὰ με.. τῇ κοινωνίᾳ τοῦ θεοποιοῦ τούτου φωτὸς καὶ τῆς χάριτος. Καὶ γὰρ ἀληθῶς ἡ τῆς ἀνθρωπείας φύσεως θέωσις, ἧς οἱ θεούμενοι καταξιοῦνται τῇ μετοχῇ τοῦ ἁγίου Πνεύματος. Τὴν μὲν γὰρ ἀπαρχὴν ἡμῶν τῇ καινῇ μίξει τῆς θείας φύσεως καὶ τῇ ἑαυτοῦ ὑποστάσει ὑπὲρ λόγον ὑποστήσας ἐθέωσε· τοὺς δὲ τῆς ὄντως υἱοθεσίας ἀξιουμένους ἐξ ἐκείνου δηλαδὴ καὶ θεωμένούς τῷ Πνεύματι τῇ κοινωνίᾳ καὶ μετοχῇ θεουργεῖ τῆς αὐτοῦ θεοποιοῦ χάριτος, υἱοὺς Θεοῦ καὶ θεοὺς καὶ ὁμοίους ἐαυτῷ κατ´ αὐτό φημι τοῦτο καὶ αὐτοὺς ὁ μόνος κατὰ φύσιν Θεὸς ὑπερφυῶς ἐργαζόμενος. Καὶ διὰ τοῦτο καὶ Ἰωάννης ὁ τῆς βροντῆς γόνος, Νῦν, φησὶ, τέκνα Θεοῦ ἐσμεν. Καὶ οὔπω ἐφακερώθη τί ἐσόμεθα. Οἴδαμεν δὲ ὅτι, ἐὰν φανερωθῇ ψμοιοι αὐτῷ ἐσόμεθα· τὴν ἐν τῷ μέλλοντι τελεωτέραν τῆς θεοποιοῦ ταύτης χάριτος μετοχὴν καὶ κοινωνίαν τῶν κατ´ αὐτὸν αἰνιττόμενος, δι´ ἧς ὡς ὁ ἤλιος ἐκεῖ κατὰ τὸν τοῦ Χριστοῦ λόγον λάμψουσιν αὐτῷ τῷ τῆς δικαιοσύνης ἡλίῳ Χριστῷ, τῷ τεθεωμένῳ ἐκείνου φημὶ ἐξομοιούμενοι σώματι. Ὅ δὴ καὶ ὁ τὴν γλῶτταν χρυσοῦς Ἰωάννης πρὸ βραχέος ἐν Ἀπλόγοις φανερώτερον, καθάπερ ἤκουσας, ἔφησεν Οἱ μὲν οὖν διὰ καθαρότητα βίου, κἀντεῦθεν ἀξίους ἐαυτοὺς τῆς τοῦ θείου Πνεύματος ἐνοικήσεως καταστήσαντες, ἔχουσιν ἤδη καθάπερ ἐν ἀῤῥαδῶνος μέρει τὰς ἀρχὰς τῆς μελλούσης θεώσεως, ἀναστάντες, τὴν τῆς ψυχῆς φημι μεγάλην καὶ πρώτην ἀνάστασιν, καὶ πρὸ τῆς τῶν σωμάτων κοινῆς ἀναστάσεως·

---

Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003924.
