Ancient Greek
Περὶ Κρόνου.
Anonymi Paradoxographi, Peri Apiston Περὶ Κρόνου.
Not analysed yet
Τὸ δὲ καὶ τὸν Κρόνον ὑπὸ Διὸς δεθῆναι οὐκ ἀληθές, ἀλλὰ φέρεται ὁ Κρόνος τὴν ἔξω φορὰν πολὺ ἀφ᾿ ἡμῶν, ἡ δὲ κίνησις νωθὴς καὶ οὐ ῥᾳδία τοῖς ἀνθρώποις φαίνεσθαι · διὸ ἑστάναι αὐτόν φασί πως πεπεδημένον. τὸ δὲ βάθος τοῦ πολλοῦ ἀέρος Τάρταρος λέγεται.