Ancient Greek
Περὶ τῆς Χιμαίρας.
Anonymi Paradoxographi, Peri Apiston Περὶ τῆς Χιμαίρας.
Not analysed yet
Περὶ τῆς Χιμαίρας οὕτω φησὶ Πλούταρχος ἐν τῷ μονοβιβλίῳ τῷ Περὶ ἀρετῆς γυναικῶν. τὴν Χίμαιραν ὄρος ἀντήλιον γεγονέναι φησί, καὶ ποιεῖν ἀνακλάσεις καὶ ἀνακαύσεις ἐν τῷ θέρει χαλεπὰς καὶ πυρώδεις, ὑφ᾿ ὧν ἀνὰ τὸ πεδίον σκεδαννυμένων μαραίνεσθαι τοὺς καρπούς, τὸν δὲ Βελλεροφόντην συμφρονήσαντα διακόψαι τοῦ κρημνοῦ τὸ λειότατον καὶ μάλιστα τὸ τὰς ἀνακλάσεις ἀποστέλλειν.