# Peri Apiston Περὶ Ἰοῦς.

Anonymi Paradoxographi, Peri Apiston, Περὶ Ἰοῦς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-paradoxographi/peri-apiston/%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%E1%BC%B8%CE%BF%E1%BF%A6%CF%82.

Ἰὼ ἡ Ἀρέστορος ἱερᾶτο τῇ Ἥρᾳ. πρὸ γάμου δὲ κυήσασαν γνοὺς ὁ πατὴρ (οὐ γὰρ ἔτι αὐτῇ ἡ ὄψις παρθένιος ἦν, ἀλλ᾿ ὑπὸ τῆς ἀφροδισίου ἀκμῆς μείζων καὶ καλλίων αὑτῆς ἐφαίνετο, ὡς καὶ βοῦς ὑπὸ τῶν Ἀργείων ἐπονομάζεσθαι) ἐχαλέπαινέ τε καὶ ἐν φρουρᾷ εἶχεν αὐτήν, φύλακα ἐπιστήσας αὐτῇ τὸν τῆς μητρὸς ἀδελφὸν Ἄργον. καὶ ὁ μὲν Ἄργος ἄυπνος ὢν καὶ πάντη ἄφυκτος οὐδαμῶς αὐτὴν ἀνίει, ὅθεν καὶ Πανόπτης ἔσχεν ἐπίκλησιν· τῶν δὲ ἐπιχωρίων Ἑρμάων βουλομένης Ἰοῦς λαθὼν κτείνει τὸν Ἄργον, ἡ δὲ ὧδε ἐλευθερωθεῖσα φεύγει σὺν τοῖς πράξασιν ἐπιβᾶσα νεὼς φορτίδος, ὑπὸ δὲ χειμῶνος φορηθεῖσα ἀνὰ τὸ πέλαγος, ὃ καλεῖται Ἰόνιον, καὶ πολλαχοῦ προσπελασθεῖσα εἰς Ἀερίαν ἐκομίσθη καὶ θεὸς ἐνομίσθη διὰ τὸ κάλλος. Οὕτω Χάραξ ἐν Ἑλληνικοῖς.

---

Anonymi Paradoxographi, Peri Apiston, ed. Nicola Festa. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4037.tlg001.local001/.
