Ancient Greek
Πῶς λέγεται Ἀπόλλων καὶ Ποσειδῶν τειχίσαι Ἴλιον.
Anonymi Paradoxographi, Peri Apiston Πῶς λέγεται Ἀπόλλων καὶ Ποσειδῶν τειχίσαι Ἴλιον.
Not analysed yet
Ὅτι τὸν Ἀπόλλωνα καὶ τὸν Ποσειδῶνα λέγουσι τειχίσαι τὴν Ἴλιον. τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλ᾿ ὁ Λαομέδων ἐτείχισε τὴν πόλιν οὐχ ὁσίως. ἦν δὲ ἐν τῇ ἀκροπόλει ἱερὸν Ἀπόλλωνος καὶ Ποσειδῶνος διαφερόντως τιμώμενον, ὅθεν συλῶν ἀνήλισκε τὰ χρήματα εἰς τὴν τοῦ τείχους κατασκευήν.