# Vita Aristotelis et scripta (Westermann) 429.3.1

Anonymous, Vita Aristotelis et scripta (Westermann), 429.3.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-14/vita-aristotelis-et-scripta-westermann/429.3.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymous-14/vita-aristotelis-et-scripta-westermann/429.3.1

Ἀριστοτέλης, υἱὸς Νικομάχου καὶ Φαιστίδος (ὁ δὲ Νικομάχος ἰατρὸς ἦν τοῦ τῶν Ἀσκληπιαδῶν γένους ἀπὸ Νικομᾶχον τοῦ Μαχάονος) ἐκ Σταγειρῶν πόλεως τῆς Θράκης, φιλόσοφος, μαθητὴς Πλάτωνος, τραυλὸς τὴν φωνήν. καὶ ἀδελφοὺς μὲν ἔσχεν Ἀρίμνηστον καὶ Ἀριμνήστην, θυγατέρα δ’ ἀπὸ Πυθιάδος τῆς θυγατρὸς Ἑρμείου τοῦ εὐνοῦχου, ὃς καὶ θλινίας ὧν αὐτὴν ἐσπείρεν· γημαμένη δὲ τρισὶν ἡ Ἀριστοτέλους θυγάτηρ τεκνώσασα προετελεύτησεν Ἀριστοτέλους τοῦ πατρός. εἶχε δὲ καὶ υἱὸν Νικόμαχον ἐξ Ἑρπυλλίδος παλλακῆς, ἣν μετὰ Πυθιάδα παρ’ Ἑρμείου τοῦ εὐνοῦχου (ὅστις ἦν ἄρχων Ἀταρνέως, — χώρα δ’ αὐτὴ Τρωάδος — Εὐβούλου δὲ τοῦ Βιθυνοῦ δοῦλος γενοῦς) ἔλαβεν, καὶ αὐτοῦ Ἑρμείου παιδικὰ γενομένου Ἀριστοτέλους. ἤρξε δ’ ἔτη ιγ’ τῆς περιπατητικῆς κληθείσης φιλοσοφίας διὰ τὸ ἐν περιπάτῳ ἤτοι κήπῳ διδάξαι ἀναχωρήσαντα τῆς Ἀκαδημίας, ἐν ᾧ Πλάτων ἐδίδαξεν. ἐγεννήθη δ’ ἐν τῇ ἡθ’ ὀλυμπιάδι καὶ ἀπέθανεν ἀκόνιτον πινὼν ἐν Χαλκίδι, διότι ἐκαλεῖτο πρὸς εὐθύνας, ἐπεὶδ’ ἔγραψε παιῶνα εἰς Ἑρμείαν τὸν εὐνοῦχον· οἱ δὲ φασιν νῶφ’ αὐτὸν τελευτῆσαι βιώσαντα ἔτη ο’, ὡς δέ τινες ξγ’. συνέγραψε βιβλία ἐγγὺς υ’. διάδοχοι δ’ αὐτοῦ τῆς σχολῆς κατὰ τάξιν ἐγένοντο οἵδε, Θεόφραστος, Στράτων, Πραξιτέλης, Λύκων, Ἀρίστων, Λυκίσκος, Πραξιφάνης, Ἱερόνυμος, Πρύτανις, Φορμίων, Κριτόλαος. τὰ δὲ συγγράμματα αὐτοῦ ταῦτα, περὶ δικαιοσύνης δ’, περὶ ποιητῶν γ’, περὶ φιλοσοφίας δ’, πολιτικῶν α’, περὶ πολιτικῆς ἢ Γρύλλος γ’, Νήρις α’, περὶ πλοῦτου α’, σοφιστικῆς α’, περὶ εὐχῆς, Μελέσενος α’, περὶ εὐγενείας α’, ἔρωτικὸς α’, περὶ ψυχῆς α’, προτρεπτικῶν α’, περὶ ἡδονῆς α’, περὶ βασιλείας α’, οἰκονομικῶν α’, περὶ παιδείας ἢ παιδευτικῶν α’, συλλογισμῶν α’, περὶ τοῦ ἀγαθοῦ α’, περὶ ἀρχῶν ἢ φύσεως α’, Ἀλέξανδρος ἢ ὑπὲρ ἀποικῶν α’, τὰ ἐκ τῶν νόμων Πλάτωνος β’, περὶ φιλίας γ’, περὶ ἐπιστημῶν α’, περὶ εἰδῶν α’, λύσεις ἐρωτικαὶ

---

Anonymous, Vita Aristotelis et scripta (Westermann). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003966.
