# Vita Sophoclis (Westermann) 157.1.1

Anonymous, Vita Sophoclis (Westermann), 157.1.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-14/vita-sophoclis-westermann/157.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymous-14/vita-sophoclis-westermann/157.1.1

μετὰ τὴν τελευτήν. γέγονε δὲ καὶ Θεοφιλῆς ὁ Σοφοκλῆς ὡς οὐχ ἄλλος, καθά φησιν Ἱερώνυμος περὶ τῆς χρυσῆς στεφά- 45 νης. ταύτης γὰρ ἐξ ἀκροπόλεως κλαπείσης κατ’ ὄναρ Ἡρακλῆς ἐδήλωσε Σοφοκλεῖ, λέγων τὴν μὴ οἰκοῦσαν οἰκίαν ἐν δεξιᾷ εἰσόντι ἐρευνῆσαι, ἐνθα ἐκέκρυπτο. ἐμῆνυσε δ’ αὐτὴν τῷ δήμῳ καὶ τάλαντον ἐδῴσατο· τοῦτο γὰρ ἦν προκηρυχθέν. λαβὼν οὖν τὸ τάλαντον ἱερὸν ἱδρύσατο Μηνυτοῦ Ἡρακλέους. 50 φαίνεται δὲ καὶ παρὰ πολλοῖς ἡ πρὸς τὸν υἱὸν Ἰοφῶντα γενομένη αὐτῷ δίκη ποτέ. ἔχων γὰρ ἐκ μὲν Νικοστράτης Ἰοφῶντα, ἐκ δὲ Θεωρίδος Συκωνίας Ἀρίστονα, τὸν ἐκ τούτου γεγόμενον παῖδα Σοφοκλέα τοὔνομα πλέον ἐστέργεν. καὶ ποτε *** ἐν δράματι εἰσήγαγε τὸν Ἰοφῶντα αὐτῷ φθο- 55 νοῦντα καὶ πρὸς τοὺς φράτορας ἐγκαλοῦντα τῷ πατρὶ ὡς ὑπὸ γήρως παραφρονοῦντι· οἱ δὲ τῷ Ἰοφῶντι ἐπετίμησαν. Σάτυρος δὲ φησιν αὐτὸν εἰπεῖν „εἰ μὲν εἰμὶ Σοφοκλῆς, οὐ παραφρονῶ, εἰ δὲ παραφρονῶ, οὐκ εἰμὶ Σοφοκλῆς,“ καὶ τότε τὸν Οἰδίποδα παραναγνῶναι. τελευτῆσαι δ’ αὐτὸν Ἴστρος 60

---

Anonymous, Vita Sophoclis (Westermann). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003970.
